Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γεώδη μέρη 1 προσκρούσεις λαμβάνοντα καὶ πληγὰς ψοφεῖ διὰ τραχύτητα 2. καὶ μὴν μόνον ἄκρατητον διαμένει καὶ ἄμικτον: ἔστι γὰρ πυκνότατον οὐ γὰρ ἔχει μεταξὺ τῶν ξηρῶν καὶ γεωδῶν ἐν αὑτῷ μερῶν κενώματα καὶ πόρους, οἷς δέξεται τὸ παρεμπῖπτον ἀλλὰ 3 δι᾽ ὁμοιότητα 4 τῶν μερῶν εὐάρμοστόν 5 ἐστι καὶ συνεχές: ὅταν δ᾽ ἀφρίζῃ τοὔλαιον, οὐ δέχεται τὸ πνεῦμα διὰ λεπτότητα καὶ συνέχειαν. τοῦτο δ᾽ αἴτιον καὶ τοῦ τρέφεσθαι τὸ πῦρ ὑπ᾽ αὐτοῦ: τρέφεται μὲν γὰρ οὐδενὶ πλὴν ὑγρῷ, καὶ τοῦτο μόνον καυστόν ἐστιν: ἐκ γοῦν τῶν ξύλων ὁ μὲν ἀὴρ [p. 245] ἄπεισι καπνὸς γενόμενος, τὸ δὲ γεῶδες ἐκτεφρωθὲν ὑπολείπεται: μόνον δ᾽ ὑπὸ τοῦ πυρὸς τὸ νοτερὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.