Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ μετιὼν, καὶ πρὸς ἣν ἕκαστον ἡ φύσις 1 χρείαν πεποίηκε βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησι 2 τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένον 3, ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα: δεινὰς γὰρ ὑπὸ βηχὸς: ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃ 4, φερομένου τοῦ πνεύματος: ἡ δὲ μέταυλος αὕτη 5 κλίσιν ἐπ᾽ ἀμφότερα λαμβάνουσα, φθεγγομένων μέν, ἐπιπίπτει τῷ στομάχῳ: σιτουμένων δὲ καὶ πινόντων, τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν. ἔτι ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.