Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Φιλιστίωνά τε τὸν Λοκρόν, εὖ μάλα παλαιὸν ἄνδρα καὶ λαμπρὸν ἀπὸ τῆς τέχνης ὑμῶν γενόμενον; καὶ Ἱπποκράτη καὶ Διώξιππον τὸν Ἱπποκράτειον οὗτοι γὰρ οὐχ ἑτέραν ὁδόν, ἀλλ᾽ ἣν Πλάτων, ὑφηγοῦνται τοῦ πώματος 1. ἥ γε μὴν πολυτίμητος ἐπιγλωττὶς οὐκ ἔλαθε τὸν Διώξιππον, ἀλλὰ περὶ ταύτην φησὶ τὸ ὑγρὸν ἐν τῇ καταπόσει διακρινόμενον εἰς τὴν ἀρτηρίαν ἐπιρρεῖν, τὸ δὲ σιτίον εἰς τὸν στόμαχον ἐπικυλινδεῖσθαι καὶ τῇ μὲν ἀρτηρίᾳ τῶν ἐδωδίμων μηδὲν παρεμπίπτειν, τὸν δὲ στόμαχον ἅμα τῇ ξηρᾷ τροφῇ καὶ τῆς ὑγρᾶς ἀναμιγνύμενόν τι ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.