Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ αὐτονομίας βαδίζει 1: καίτοι γελοῖον ἴσως ἀγανακτεῖν περὶ νόμων καὶ δικαίων, ἡ γὰρ φύσις παρανομεῖται γυναικοκρατουμένη. τί τοιοῦτον ἡ Λῆμνος; ἴωμεν ἡμεῖς, ἴωμεν’ εἶπεν ‘ὅπως καὶ τὸ γυμνάσιον [p. 414] ταῖς γυναιξὶ παραδῶμεν καὶ τὸ βουλευτήριον, εἰ παντάπασιν ἡ πόλις ἐκνενεύρισται.’ προάγοντος οὖν τοῦ Πεισίου, ὁ μὲν Πρωτογένης οὐκ ἀπελείπετο τὰ μὲν συναγανακτῶν τὰ δὲ πραΰνων ἐκεῖνον: ὁ δ᾽ Ἀνθεμίων ‘νεανικὸν μέν’ ἔφη ‘τὸ τόλμημα καὶ Λήμνιον ὡς ἀληθῶς, αὐτοὶ γάρ ἐσμεν 2, σφόδρ᾽ ἐρώσης γυναικός,’ καὶ ὁ Σώκλαρος ὑπομειδιῶν ‘οἴει γὰρ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.