Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ γυναῖκα Μαρτιάλιον ἔπεμψεν ἀπελεύθερον ἀπαγγελοῦντα τεθνάναι μὲν ὑπὸ φαρμάκων, συμπεφλέχθαι δὲ μετὰ τοῦ σώματος τὴν ἔπαυλιν: ἐβούλετο γὰρ τῷ πένθει χρῆσθαι 1 τῆς γυναικὸς ἀληθινῷ 2 πρὸς πίστιν τῆς λεγομένης τελευτῆς ὃ καὶ συνέβη: ῥίψασα γάρ, ὅπως ἔτυχε, τὸ σῶμα μετ᾽ οἴκτων 3 καὶ ὀλοφυρμῶν ἡμέρας τρεῖς καὶ νύκτας ἄσιτος διεκαρτέρησε. ταῦτα δ᾽ ὁ Σαβῖνος πυνθανόμενος καὶ φοβηθείς, μὴ διαφθείρῃ παντάπασιν ἑαυτήν, ἐκέλευσε φράσαι κρύφα τὸν Μαρτιάλιον πρὸς αὐτήν, ὅτι ζῇ καὶ κρύπτεται, δεῖται δ᾽ αὐτῆς ὀλίγον ἐμμεῖναι τῷ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.