Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔργοις, ὥστε τοὺς οἰκέτας ἐρωτᾶν πολλάκις, εἰ λέλουται καὶ ἠρίστηκεν Ἀρχιμήδην δὲ τῇ σανίδι προσκείμενον ἀποσπῶντες βίᾳ καὶ ἀποδύοντες ἤλειφον οἱ θεράποντες, ὁ δ᾽ ἐπὶ τοῦ σώματος ἀληλιμμένου διέγραφε τὰ σχήματα 1 Κάνος δ᾽ ὁ αὐλητής, ὃν καὶ σὺ γιγνώσκεις, ἔλεγεν ἀγνοεῖν τοὺς ἀνθρώπους, ὅτῳ μᾶλλον αὑτὸν αὐλῶν ἢ ἑτέρους εὐφραίνει λαμβάνειν γὰρ ἂν μισθὸν οὐ διδόναι τοὺς ἀκούειν ἐθέλοντας ἆρ᾽ οὐκ ἐπινοοῦμεν, ἡλίκας ἡδονὰς αἱ ἀρεταὶ τοῖς χρωμένοις ἀπὸ τῶν καλῶν πράξεων καὶ τῶν κοινωνικῶν ἔργων καὶ φιλανθρώπων παρασκευάζουσιν, οὐ κνῶσαι οὐδὲ θρύπτουσαι, ὥσπερ αἱ εἰς σάρκα λεῖαι καὶ προσηνεῖς γινόμεναι κινήσεις 2;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.