ἐπὶ τῆς συνήθους ἀπραγμοσύνης ὁ δὲ Φωκίωνος ἢ Κάτωνος ἢ Περικλέους ἐπιλαβόμενος καὶ λέγων ‘ὦ ξέν᾽ Ἀθηναῖε ἢ Ῥωμαῖε, ἀζαλέῳ γήρᾳ κατανθιδῶν κήδῃ᾽1’ , γραψάμενος ἀπόλειψιν 2 τῇ πολιτείᾳ καὶ τὰς περὶ τὸ βῆμα καὶ τὸ στρατήγιον ἀφεὶς διατριβὰς καὶ τὰς φροντίδας εἰς ἀγρὸν ἐπείγου σὺν ἀμφιπόλῳ 3 τῇ γεωργίᾳ συνεσόμενος ἢ πρὸς οἰκονομίᾳ τινὶ καὶ λογισμοῖς διαθησόμενος τὸν λοιπὸν χρόνον,ἄδικα πείθει καὶ ἀχάριστα 4 πράττειν 5 τὸν πολιτικόν.
τί οὖν; φήσαι τις ἄν, οὐκ ἀκούομεν ἐν κωμῳδίᾳ στρατιώτου λέγοντος
λευκή με θρὶξ ἀπόμισθον ἐντεῦθεν ποιεῖ;᾽πάνυ μὲν οὖν, ὦ ἑταῖρε: τοὺς γὰρ Ἄρεος [p. 38] θεράποντας ἡβᾶν πρέπει καὶ ἀκμάζειν, 7 οἷα δὴ πόλεμον πολέμοιό τε μέρμερα ἔργα διέποντας, ἐν οἷς τοῦ
6