Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διὰ τί τὸ θαλάττιον ὔδωρ οὐ τρέφει τὰ δένδρα;
πότερον δι᾽ ἢν αἰτίαν οῦδὲ τῶν ζᾠων τὰ χερσαῖα;
ζῷον γὰρ ἔγγειον τὸ φυτὸν εἶναι, οἱ περὶ Πλάτωνα καὶ Ἀναξαγόραν καὶ Δημόκριτον οἴονται:
οὐ γὰρ διότι τοῖς ἐναλίοις φυτοῖς τρόφιμόν ἐστι καὶ πότιμον ὥσπερ τοῖς ἰχθύσιν, ἤδη καὶ τὰ ἐν τῇ χέρσῳ φυτά τε καὶ δένδρα τρέφει: οὔτε γὰρ ἐνδύεται
ταῖς ῥίζαις ὑπὸ πάχους οὔτ᾽ ἀναφέρεται ὑπὸ βάρους: ὅτι δ᾽ ἐμβριθές ἐστι καὶ γεῶδες, ἄλλοις τε πολλοῖς ἀποδείκνυται καὶ τῷ μᾶλλον ἀνέχειν καὶ ὑπερείδειν τὰ πλοῖα καὶ τοὺς κολυμβῶντας: ἢ μάλιστα μὲν βλάπτεται ξηρότητι τὰ δένδρα ξηραντικὸν
δὲ τὸ θαλάττιον; ὅθεν πρός γε τὰς σήψεις οἱ
ἅλες βοηθοῦσι, καὶ τὰ σώματα τῶν λουσαμένων ἐν θαλάττῃ ξηρὰν εὐθὺς ἴσχει καὶ τραχεῖαν τὴν ἐπιφάνειαν.
ἢ τὸ μὲν ἔλαιον τοῖς φυτοῖς πολέμιον καὶ φθείρει τὰ προσαλειφόμενα; μετέχει δὲ πολλῆς ἡ
θάλαττα λιπαρότητος: διὸ συνεξάπτει, καὶ παραινοῦμεν εἰς τὰς φλόγας μὴ ἐμβάλλειν θαλάττιον
ὕδωρ. ἢ γέγονεν ἄποτον καὶ πικρὸν τὸ ὕδωρ, ὡς
Ἀριστοτέλης φησίν, ἀναμίξει κατακεκαυμένης γῆς;
[p. 374]
καὶ γὰρ ἡ κονία γίγνεται, γλυκέος ὕδατος εἰς τέφραν
ἐμπεσόντος, ἡ δὲ διάλυσις ἐξίστησι καὶ φθείρει τὸ χρηστὸν καὶ πότιμον, ὡς ἐν ἡμῖν οἱ πυρετοὶ τὸ
ὑγρὸν εἰς χολὴν τρέπουσιν. ἃ δ᾽ ἱστοροῦσιν ἐν τῇ
Ἐρυθρᾷ θαλάσσῃ βλαστάνειν ὑλήματα καὶ φυτά, καρπὸν μὲν οὐδένα φέρει τρέφεται δὲ τοῖς ποταμοῖς πολλὴν ἐμβάλλουσιν ἰλύν: ὅθεν οὐ πρόσω τῆς
γῆς ἀλλὰ πλησίον ἔχει τὴν γένεσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.