Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κάτω τὸ ἀπὸ τῆς ἀπλανοῦς περιφορᾶς.’
‘ὅλως δὲ πῶς λέγεται καὶ τίνος ἡ γῆ μέση
κεῖται; τὸ γὰρ πᾶν ἄπειρόν ἐστι; τῷ δ᾽ ἀπείρῳ μήτε ἀρχὴν ἔχοντι μήτε πέρας οὐ προσήκει μέσον ἔχειν:
πέρας γάρ τι καὶ τὸ μέσον, ἡ δ᾽ ἀπειρία περάτων
στέρησις. ὁ δὲ μὴ τοῦ παντὸς ἀλλὰ τοῦ κόσμου μέσην εἶναι τὴν γῆν ἀποφαινόμενος ἡδύς ἐστιν, εἰ
μὴ καὶ τὸν κόσμον αὐτὸν ἐνέχεσθαι ταῖς αὐταῖς ἀπορίαις νομίζει: τὸ γὰρ πᾶν οὐδὲ τούτῳ μέσην
ἀπέλιπεν , ἀλλ᾽ ἀνέστιος καὶ ἀνίδρυτός ἐστιν ἐν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.