Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
ὄγκον ἢ πύρινον ὄντα τὸν τῆς σελήνης ἐφώτιζεν ὁ ἥλιος, οὐκ ἂν ἀπέλειπεν αὐτῆς σκιερὸν ἀεὶ καὶ
[p. 432] ἀλαμπὲς ἡμισφαίριον πρὸς αἴσθησιν, ἀλλ᾽ εἰ καὶ κατὰ μικρὸν ἔψαυε περιιών, ὅλην ἀναπίμπλασθαι καὶ δι᾽ ὅλης τρέπεσθαι τῷ φωτὶ πανταχόσε χωροῦντι
δι᾽ εὐπετείας ἦν προσῆκον. ὅπου γὰρ οἶνος ὕδατος
θιγὼν κατὰ πέρας, καὶ σταγὼν αἵματος εἰς ὑγρὸν ἐμπεσόντος, ἀνέχρωσε πᾶν ἅμα ... φοινιχθέν: αὐτὸν
δὲ τὸν ἀέρα λέγουσιν οὐκ ἀπορροαῖς τισὶν οὐδ᾽ ἀκτῖσι μεμιγμέναις ἀλλὰ τροπῇ καὶ μεταβολῇ κατὰ νύξιν ἢ ψαῦσιν ἀπὸ τοῦ φωτὸς ἐξηλιοῦσθαι: πῶς
ἄστρον ἄστρον καὶ φῶς φωτὸς ἁψάμενον οἴονται μὴ κεράννυσθαι, μηδὲ σύγχυσιν ποιεῖν δι᾽ ὅλου καὶ
μεταβολὴν ἀλλ᾽ ἐκεῖνα φωτίζειν μόνον, ὧν ἅπτεται
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.