Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ πάντες ἐπῄνεσαν τὸν Λεύκιον, ‘εὖ
γ᾽’ ἔφην ‘ὅτι καλῷ λόγῳ καλὴν ἀναλογίαν προσέθηκας:
οὐ γὰρ ἀποστερητέον σε τῶν ἰδίων’ κἀκεῖνος
ἐπιμειδιάσας ‘οὐκοῦν’ ἔφη ‘καὶ δεύτερον
[p. 434] ἀναλογίᾳ προσχρηστέον, ὅπως μὴ τῷ ταὐτὰ πάσχειν
ὑπὸ ταὑτοῦ μόνον ἀλλὰ καὶ τῷ ταὐτὰ ποιεῖν ταὐτὸν ἀποδείξωμεν τῇ γῇ τὴν σελήνην προσεοικυῖαν. ὅτι μὲν γὰρ οὐδὲν οὕτως τῶν περὶ τὸν ἥλιον γιγνομένων
ὅμοιόν ἐστιν, ὡς ἔκλειψις ἡλίου δύσει, δότε μοι, ταύτης ἔναγχος τῆς συνόδου μνησθέντες, ἣ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.