Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἔοικε δὲ πιθανώτερον εἶναι τὸ πρότερον: ἐν
γὰρ ἡλίῳ πᾶσα πυρὸς φύσις οὐ μόνον τὸ λαμπρὸν ἀπόλλυσιν, ἀλλὰ τῷ εἴκειν γίγνεται δύσεργος καὶ
ἀμβλυτέρα: σκίδνησι γὰρ ἡ θερμότης; καὶ διαχεῖ τὴν δύναμιν. εἴπερ οὖν ἡ σελήνη πυρὸς εἴληχε βληχροῦ καὶ ἀδρανοῦς, ἄστρον οὖσα θολερώτερον, ὥσπερ
αὐτοὶ λέγουσιν, οὐδὲν ὧν πάσχουσα φαίνεται νῦν, ἀλλὰ τἀναντία πάντα πάσχειν αὐτὴν προσῆκόν ἐστι, φαίνεσθαι μὲν ὅτε κρύπτεται, κρύπτεσθαι δ᾽ ὁπηνίκα
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.