σμερδαλέ᾽, εὐρώεντα, τά τε στυγέουσι θεοί περκαὶ
τόσσον ἔνερθ᾽ Ἀίδεω, ὅσον οὐρανὸς ἔστ᾽ ἀπὸ γαίης,ταῦτα φήσουσιν ἀτεχνῶς περὶ τοῦ χωρίου τούτου λέγεσθαι καὶ τὸν Ἅιδην ἐνταῦθα καὶ τὸν Τάρταρον [p. 459] ἀπῳκίσθαι, γῆν δὲ μίαν εἶναι τὴν σελήνην, ἴσον ἐκείνων τῶν ἄνω καὶ τῶν κάτω τούτων ἀπέχουσαν.’ ἔτι δ᾽ ἐμοῦ σχεδὸν λέγοντος, ὁ Σύλλας ὑπολαβών ‘ἐπίσχες’ εἶπεν ‘ὦ Λαμπρία, καὶ παραβαλοῦ τὸ θυρίον τοῦ λόγου, μὴ λάθῃς τὸν μῦθον ὥσπερ εἰς γῆν ἐξοκείλας καὶ συγχέῃς τὸ δρᾶμα τοὐμὸν ’