previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅμως δὲ θαυμάζω τῶν ἀξιούντων τὸν ἀέρα, ψυχρὸν εἶναι διὰ τὸ καὶ σκοτεινόν, εἰ μὴ συνορῶσιν [p. 486] ἑτέρους ἀξιοῦντας θερμὸν εἶναι διὰ τὸ καὶ κοῦφον. οὐ γὰρ οὕτω τῷ ψυχρῷ τὸ σκοτεινὸν ὡς τὸ βαρὺ καὶ στάσιμον οἰκεῖόν ἐστι καὶ συγγενὲς : πολλὰ γὰρ ἄμοιρα θερμότητος ὄντα μετέχει λαμπηδόνος, ἐλαφρὸν δὲ καὶ κοῦφον καὶ ἀνωφερὲς οὐδέν ἐστι τῶν ψυχρῶν.' ἀλλὰ καὶ τὰ νέφη, μέχρι μὲν ἀέρος μᾶλλον προσήκει, μετεωρίζεται μεταβαλόντα δ᾽ εἰς ὑγρὸν εὐθὺς ὀλισθάνει καὶ τὸ κοῦφον οὐχ ἧττον τὸ θερμὸν ἀποβάλλει , ψυχρότητος ἐγγιγνομένης καὶ τοὐναντίον ὅταν θερμότης ἐπέλθῃ , πάλιν , ἀναστρέφει τὴν κίνησιν, ἅμα τῷ μεταβαλεῖν εἰς ἀέρα τῆς οὐσίας ἄνω φερομένης. καὶ μὴν οὐδὲ τὸ τῆς φθορᾶς ἀληθές ἐστιν: οὐ γὰρ εἰς τοὐναντίον ἀλλ᾽ ὑπὸ τοῦ ἐναντίου φθείρεται τῶν ἀπολλυμένων ἕκαστον, ὥσπερ τὸ πῦρ ὑπὸ τοῦ ὕδατος εἰς τὸν ἀέρα. τὸ γὰρ ὕδωρ μὲν Αἰσχύλος εἰ καὶ τραγικῶς ἀλλ᾽ ἀληθῶς εἶπε
παύσυβριν δίκην πυρός:
Ὅμηρος δὲ τῷ ποταμῷ τὸν Ἥφαιστον καὶ τῷ Ποσειδῶνι τὸν Ἀπόλλωνα κατὰ, τὴν μάχην φυσικῶς μᾶλλον μυθικῶς ἀντέταξεν. δ̓ Ἀρχίλοχος ἐπὶ τῆς τἀναντία φρονούσης οὐ κακῶς εἶπε
τῇ μὲν ὕδωρ ἐφόρει
δολοφρονέουσα χειρί, τἠτέρῃ δὲ πῦρ.
ἐν δὲ Πέρσαις τῶν ἱκετευμάτων μέγιστον ἦν καὶ [p. 487] ἀπαραίτητον, εἰ πῦρ λαβὼν ἱκετεύων καὶ ἐν ποταμῷ βεβηκὼς ἀπειλοίη μὴ τυχὼν τὸ πῦρ, εἰς τὸ ὕδωρ ἀφήσειν: ἐτύγχανε μὲν γὰρ ὧν ἐδεῖτο, τυχὼν δ᾽ ἐκολάζετο διὰ τὴν ἀπειλὴν ὡς παρὰ νόμον καὶ κατὰ τῆς φύσεως γενομένην. καὶ τοῦτο δὴ: τὸ πρόχειρον ἅπασιπῦρ ὕδατι μιγνύναιτὸ παροιμιαζόμενον ἐν τοῖς ἀδυνάτοις, μαρτυρεῖν ἔοικεν ὅτι τῷ πυρὶ τὸ ὕδωρ πολέμιόν ἐστι καὶ ὑπὸ τούτου φθείρεται καὶ κολάζεται σβεννύμενον, οὐχ ὑπὸ τοῦ ἀέρος τίον ὡς ὑπολαμβάνει τὴν οὐσίαν αὐτοῦ καὶ δέχεται μεταβάλλοντος : εἰ γὰρ αἰτία εἰς μεταβάλλει τὸ φθειρόμενον ἐναντίον ἐστί, τί μᾶλλον τῷ ἀέρι τὸ πῦρ τὸ ὕδωρ ἐναντίον φανεῖται; μεταβάλλει γὰρ εἰς ὕδωρ συνιστάμενος; εἰς δὲ πῦρ διακρινόμενος: ὥσπερ αὖ πάλιν τὸ ὕδωρ διακρίσει μὲν εἰς ἀέρα φθείρεται συγκρίσει δ᾽ εἰς γῆν, ὡς μὲν ἐγὼ νομίζω δι᾽ οἰκειότητα τὴν πρὸς, ἀμφότερα καὶ συγγένειαν, οὐχ ὡς ἐναντίον ἑκατέρῳ καὶ πολέμιον. ἐκεῖνοι δέ, ὁποτέρως ἂν εἴπωσι, τὸ ἐπιχείρημα διαφθείρουσι. πήγνυσθαί γε μὴν ὑπὸ τοῦ ἀέρος; φάναι τὸ ὕδωρ ἀλογώτατόν ἐστιν, αὐτὸν τὸν ἀέρα μηδαμοῦ πηγνύμενον ὁρῶντας. νέφη γὰρ καὶ ὁμίχλαι καὶ κνηκίδες οὐ πήξεις εἰσὶν ἀλλὰ συστάσεις καὶ παχύτητες ἀέρος διεροῦ καὶ ἀτμώδους δ᾽ ἄνικμος καὶ ξηρὸς οὐδ᾽ ἄχρι ταύτης τὴν κατάψυξιν ἐνδέχεται τῆς μεταβολῆς. [p. 488] ἔστι γὰρ τῶν ὀρῶν οὐ λαμβάνει 1 νέφος; οὐδὲ δρόσον οὐδ᾽ ὁμίχλην, εἰς καθαρὸν ἀέρα καὶ ἄμοιρον ὑγρότητος ἐξικνούμενα τοῖς ἄκροις μάλιστα δῆλόν ἐστιν ὡς αἱ κάτω πυκνώσεις καὶ συστάσεις τῷ ἀέρι συμμεμιγμένον ὑγρὸν καὶ ψυχρὸν ἐνδιδοῦσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: