ἄρα πρώτως σκοτεινὸν ἐν τῇ φύσει πρώτως καὶ ψυχρόν ἐστιν. ὅτι δ᾽ ἀὴρ τὸ πρώτως σκοτεινὸν ἐστιν, οὐδὲ τοὺς ποιητὰς; λέληθεν: ἀέρα γὰρ τὸ σκότος 1 καλοῦσιν
ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖ᾽ ἦν οὐδὲ σελήνηκαἴπάλιν
οὐρανόθεν προύφαινε:
ἠέρα ἑσσάμενοι πᾶσαν φοιτῶσιν ἐπ᾽ αἶανκαὶ πάλιν
αὐτίκα δ᾽ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, ἠέλιος δ᾽ ἐπέλαμψε: μάχη δ᾽ ἐπὶ πᾶσα φαάνθη. [p. 481]καὶ γάρ ‘κνέφας’ τὸν ἀφώτιστον ἀέρα καλοῦσι, κενόν, ὡς ἔοικε, φάους ὄντα: καὶ ‘νέφος’ ὁ συμπεσὼν καὶ