This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ κείμενα νεκρὰ τέως ἐπὶ τὴν γένεσιν ἀνιστάντων τῶν δὲ δυεῖν τούτων αὖθις τὸ πῦρ ἄρχει καὶ ἡγεμονεύει. δῆλον δ᾽ ἐκ τῆς ἐπαγωγῆς: γῆ τε γὰρ ἄνευ θερμῆς οὐσίας ἄγονος καὶ ἄκαρπος: τὸ δὲ πῦρ ἐκραὸς καὶ διαχέαν παρίστησιν εἰς τὴν γένεσιν ὀργῶντα οὐδεμίαν γὰρ αἰτίαν εὕροι τις ἄν, δι᾽ ἣν ἄγονοι πέτραι καὶ τὰ κατεσκληκότα τῶν ὀρῶν πᾶσιν ἢ ὅτι πυρὸς οὐδ᾽ ὅλως ἢ ὀλίγον μετέσχηκε.
τὸ δ᾽ ὅλον τοσοῦτον ἀπέχει πρὸς σωτηρίαν ἢ ἑτέρων γένεσιν τὸ ὔδωρ αὐτοτελὲς εἶναι, ὥστε καὶ αὐτῷ φθορὰ πυρὸς ἔνδεια: συνέχει γὰρ ἡ θερμότης ἕκαστον ἐν τῷ εἶναι καὶ ἐπὶ τῆς ἰδίας οὐσίας φυλάττει καθάπερ καὶ τἄλλα καὶ τὸ ὕδωρ: ἀπέχοντος δὲ καὶ ἐνδεήσαντος, σήπεται καὶ θάνατος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.