previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἶμαι δὲ μὴ ἄκαιρος ὑμῖν φανεῖσθαι τοῖς μύρμηξιν ἐπεισάγων τοὺς ἐλέφαντας, ἵνα τοῦ νοῦ τὴν φύσιν ἔν τε τοῖς μικροτάτοις ἅμα καὶ μεγίστοις σώμασι κατανοήσωμεν, μήτε τούτοις ἐναφανιζομένην μήτ᾽ ἐκείνοις ἐνδέουσαν. οἱ μὲν οὖν ἄλλοι θαυμάζουσι τοῦ ἐλέφαντος ὅσα μανθάνων καὶ διδασκόμενος ἐν θεάτροις ἐπιδείκνυται σχημάτων εἴδη καὶ μεταβολάς, ὧν οὐδ᾽ ἀνθρωπίναις μελέταις τὸ ποικίλον καὶ περιττὸν ἐν μνήμῃ καὶ καθέξει γενέσθαι πάνυ ῥᾴδιόν ἐστιν: ἐγὼ δὲ μᾶλλον ἐν τοῖς ἀφ᾽ αὑτοῦ καὶ ἀδιδάκτοις τοῦ θηρίου πάθεσι καὶ κινήμασιν, ὥσπερ ἀκράτοις καὶ ἀπαραχύτοις, ἐμφαινομένην ὁρῶ τὴν σύνεσιν. ἐν Ῥώμῃ μὲν γὰρ οὐ πάλαι πολλῶν προδιδασκομένων στάσεις τινὰς ἵστασθαι παραβόλους καὶ κινήσεις δυσεξελίκτους ἀνακυκλεῖν, εἷς δυσμαθέστατος ἀκούων κακῶς ἑκάστοτε καὶ κολαζόμενος πολλάκις ὤφθη νυκτὸς αὐτὸς ἀφ᾽ ἑαυτοῦ πρὸς τὴν σελήνην ἀναταττόμενος; τὰ μαθήματα καὶ μελετῶν. ἐν δὲ Συρίᾳ πρότερον Ἅγνων ἱστορεῖ, τρεφομένου κατ᾽ οἰκίαν ἐλέφαντος, τὸν ἐπιστάτην λαμβάνοντα κριθῶν μέτρον ὑφαιρεῖν [p. 37] καὶ χρεωκοπεῖν μέρος ἣμισυ καθ᾽ ἡμέραν: ἐπεὶ δέ, τοῦ δεσπότου παρόντος ποτὲ καὶ θεωμένου, πᾶν τὸ μέτρον κατήρασεν, ἐμβλέψαντα καὶ διαγαγόντα τὴν προβοσκίδα τῶν κριθῶν ἀποδιαστῆσαι καὶ διαχωρίσαι τὸ μέρος, ὡς ἐνῆν λογιώτατα κατειπόντα τοῦ ἐπιστάτου τὴν ἀδικίαν: ἄλλον δέ, ταῖς κριθαῖς λίθους καὶ γῆν εἰς τὸ μέτρον τοῦ ἐπιστάτου καταμιγνύοντος, ἑψομένων κρεῶν, δραξάμενον τῆς τέφρας ἐμβαλεῖν εἰς τὴν χύτραν. δ᾽ ὑπὸ τῶν παιδαρίων προπηλακισθεὶς ἐν Ῥώμῃ τοῖς γραφείοις τὴν προβοσκίδα κεντούντων ὃν συνέλαβε μετέωρον ἐξάρας ἐπίδοξος ἦν ἀποτυμπανίσειν κραυγῆς δὲ τῶν παρόντων γενομένης, ἀτρέμα πρὸς τὴν γῆν πάλιν ἀπηρείσατο καὶ παρῆλθεν, ἀρκοῦσαν ἡγούμενος δίκην τῷ τηλικούτῳ φοβηθῆναι. περὶ τῶν ἀγρίων καὶ αὐτονόμων ἄλλα τε θαυμάσια καὶ τὰ περὶ τὰς διαβάσεις τῶν ποταμῶν ἱστοροῦσι προδιαβαίνει γὰρ ἐπιδοὺς αὑτὸν νεώτατος καὶ μικρότατος οἱ δ᾽, ἑστῶτες ἀποθεωροῦσιν ὡς, ἂν ἐκεῖνος ὑπεραίρῃ τῷ μεγέθει τὸ ῥεῦμα, πολλὴν τοῖς μείζοσι πρὸς τὸ θαρρεῖν περιουσίαν τῆς; ἀσφαλείας οὖσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: