Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀνθρώπῳ νηκτόν, ὃ μὴ πέτραις προσέχεται καὶ προσπέφυκεν, οὐδ᾽ ἁλώσιμον ἄνευ πραγματείας, ὡς λύκοις μὲν ὄνοι καὶ μέροψι μέλισσαι χελιδόσι δὲ τέττιγες, ἐλάφοις δ᾽ ὄφεις ἀγόμενοι ῥᾳδίως ὑπ᾽ αὐτῶν ᾗ καὶ τοὔνομα πεποίηται παρώνυμον οὐ τῆς ἐλαφρότητος ἀλλὰ τῆς ἕλξεως τοῦ ὄφεως,, καὶ τὸ πρόβατον προσκαλεῖται τῷ ποδὶ τὸν λύκον: τῇ δὲ παρδάλει τὰ πλεῖστα προσχωρεῖν χαίροντα τῇ ὀσμῇ μάλιστα δὲ τὸν πίθηκον λέγουσι. τῶν δὲ θαλαττίων ὁμοῦ τι πάντων ἡ προαίσθησις ὕποπτος οὖσα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.