Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ᾁδουσιν, ὥσπερ πρὸ ὥρας ἀπὸ διδασκάλου γεγονότες καταδὺς δ᾽ εἰς τουτὶ τὸ σῶμα θαυμάζω τοὺς [p. 100] λόγους ἐκείνους, οἷς ἀνεπειθόμην ὑπὸ τῶν σοφιστῶν ἄλογα καὶ ἀνόητα πάντα πλὴν ἀνθρώπου νομίζειν.
οδ. νῦν μὲν οὖν, ὦ Γρύλλε, μεταβέβλησαι σύ, καὶ τὸ πρόβατον λογικὸν ἀποφαίνεις καὶ τὸν ὄνον; γρ. αὐτοῖς μὲν οὖν τούτοις, ὦ βέλτιστε Ὀδυσσεῦ, μάλιστα δεῖ τεκμαίρεσθαι τὴν τῶν θηρίων φύσιν, ὡς λόγου καὶ συνέσεως οὐκ ἔστιν ἄμοιρος. ὡς γὰρ οὐκ ἔστι δένδρον ἕτερον ἑτέρου μᾶλλον οὐδ᾽ ἧττον ἄψυχον, ἀλλ᾽ ὁμοίως ἔχει πάντα πρὸς ἀναισθησίαν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.