ἔτι τοίνυν, εἰ μὲν οὐδέν ἐστι καταληπτὸν ἀνθρώπῳ καὶ γνωστόν, εἰκότως ὁ θεὸς ἀπεκώλυσεν αὐτὸν ὑπηνέμια καὶ ψευδῆ καὶ ἀβέβαια γεννᾶν. ἐλέγχειν δὲ τοὺς ἄλλους ἠνάγκαζε τοιαῦτα δοξάζοντας. οὐ γὰρ μικρὸν ἦν ὄφελος ἀλλὰ μέγιστον ὁ τοῦ μεγίστου τῶν κακῶν, ἀπάτης καὶ κενοφροσύνης, ἀπαλλάττων λόγος
οὐδ᾽ Ἀσκληπιάδαις τοῦτὸ γ᾽ ἔδωκε θεός.[p. 122] οὐ γὰρ σώματος ἡ Σωκράτους ἰατρεία, ψυχῆς δ᾽ ἦν ὑπούλου καὶ διεφθαρμένης καθαρμός. εἰ δ᾽ ἔστιν ἐπιστήμη τἀληθοῦς ἓν δὲ τἀληθές, οὐκ ἔλαττον ἔχει τοῦ εὑρόντος ὁ μαθὼν παρὰ τοῦ εὑρόντος: λαμβάνει δὲ μᾶλλον ὁ μὴ πεπεισμένος ἔχειν, καὶ λαμβάνει τὸ βέλτιστον ἐξ ἁπάντων, ὥσπερ ὁ μὴ τεκὼν παιδοποιεῖται τὸν ἄριστον.