‘διὰ τί Πλάτων εἶπε τὸν λόγον ἐξ ὀνομάτων καὶ ῥημάτων κεράννυσθαι;’ δοκεῖ γὰρ πάντα πλὴν [p. 146] δυεῖν τούτων τὰ μέρη τοῦ λόγου μηθέν, Ὅμηρον δὲ καὶ νεανιευσάμενον εἰς ἕνα στίχον ἐμβαλεῖν ἅπαντα τοῦτον
αὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας: ὄφρ᾽ εὖ εἰδῇς.καὶ γὰρ ἀντωνυμία καὶ μετοχὴ καὶ ὄνομα καὶ ῥῆμα καὶ πρόθεσις καὶ ἄρθρον καὶ σύνδεσμος καὶ ἐπίρρημα ἔνεστι: τὸ γάρ ‘δε’ μόριον νῦν ἀντὶ τῆς ‘εἰς’ προθέσεως τέτακται: τὸ γάρ ‘κλισίηνδε’ τοιοῦτόν ἐστιν οἷον τὸ ‘Ἀθήναζε.’ τί δὴ ῥητέον ὑπὲρ τοῦ Πλάτωνος;
ἦ ὅτι πρῶτον λόγον οἱ παλαιοὶ τὴν τότε καλουμένην πρότασιν νῦν δ᾽ ἀξίωμα προσηγόρευον, ὃ πρῶτον λέγοντες ἀληθεύουσιν ἢ ψεύδονται; τοῦτο δ᾽ ἐξ ὀνόματος καὶ ῥήματος συνέστηκεν, ὧν τὸ μὲν πτῶσιν οἱ διαλεκτικοὶ τὸ δὲ κατηγόρημα καλοῦσιν. ἀκούσαντες γὰρ ὅτι ‘Σωκράτης φιλοσοφεῖ’ καὶ πάλιν ὅτι ‘Σωκράτης τρέπεται,’ τὸν μὲν ἀληθῆ λόγον εἶναι τὸν δὲ ψευδῆ φήσομεν, οὐδενὸς ἄλλου προσδεηθέντες. καὶ γὰρ εἰκὸς ἀνθρώπους ἐν χρείᾳ λόγου τὸ πρῶτον καὶ φωνῆς ἐνάρθρου γενέσθαι, τάς τε πράξεις καὶ τοὺς πράττοντας αὐτὰς καὶ τὰ πάθη καὶ τοὺς πάσχοντας ἀλλήλοις διασαφεῖν καὶ ἀποσημαίνειν βουλομένους. ἐπεὶ τοίνυν τῷ μὲν ῥήματι τὰ πράγματα καὶ τὰ πάθη; τῷ δ᾽ ὀνόματι τοὺς πράττοντας αὐτὰ καὶ πάσχοντας ἀποχρώντως δηλοῦμεν, [p. 147] ὡς αὐτὸς εἴρηκε, ταῦτα σημαίνειν ἔδοξε τὰ δ᾽ ἄλλα φαίη τις ἂν οὐ σημαίνειν, οἷον οἱ στεναγμοὶ καὶ ὀλολυγμοὶ τῶν ὑποκριτῶν καὶ νὴ Δία πολλάκις ἐπιμειδίασις καὶ ἀποσιώπησις ἐμφαντικώτερον ποιεῖ τὸν λόγον, οὐ μὴν ἀναγκαίαν ἔχει πρὸς τὸ σημαίνειν ὡς τὸ ῥῆμα καὶ τοὔνομα δύναμιν ἀλλ᾽ ἐπίθετόν τινα ποικίλλουσαν τὸν λόγον ὥσπερ τὰ στοιχεῖα ποικίλλουσιν οἱ τὰ πνεύματα καὶ τὰς δασύτητας αὐτῶν ἐκτάσεις τε καὶ συστολὰς ἐνίων αὐτὰ καθ᾽ αὑπὰ στοιχεῖα τιθέμενοι, πάθη μᾶλλον ὄντα καὶ συμβεβηκότα καὶ διαφορὰς στοιχείων, ὡς ἐδήλωσαν οἱ παλαιοὶ διὰ τῶν ἑκκαίδεκα φράζοντες ἀποχρώντως καὶ γράφοντες