ἡ δὲ κατάποσις γίγνεται τὸν αὐτὸν τρόπον: αἱ γὰρ περὶ τὸ στόμα καὶ τὸν στόμαχον κοιλότητες ἀέρος ἀεὶ πλήρεις εἰσίν: ὅταν οὖν ἐμπιεσθῇ τὸ σιτίον ὑπὸ τῆς γλώττης, ἅμα καὶ τῶν παρισθμίων ἐνταθέντων, ἐκθλιβόμενος ὁ ἀὴρ πρὸς τὸν οὐρανὸν ἔχεται τοῦ ὑποχωροῦντος καὶ συνεπωθεῖ τὸ σιτίον.