τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε,τοῦτ᾽ οὖν ὁ Χρύσιππος, ὁ γέρων, ὁ φιλόσοφος, ὁ τὸν βασιλικὸν καὶ πολιτικὸν ἐπαινῶν βίον, τὸν δὲ σχολαστικὸν οὐδὲν οἰόμενος τοῦ ἡδονικοῦ διαφέρειν.
τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ τοίνυν πολλὰ μὲν ὡς ἐν ὀλίγοις αὐτῷ Ζήνωνι πολλὰ δὲ Κλεάνθει πλεῖστα δὲ Χρυσίππῳ γεγραμμένα τυγχάνει περὶ πολιτείας καὶ τοῦ ἄρχεσθαι
καὶ ἄρχειν καὶ δικάζειν καὶ ῥητορεύειν ἐν
δὲ τοῖς βίοις οὐδενὸς ἔστιν εὑρεῖν οὐ στρατηγίαν,
οὐ νομοθεσίαν, οὐ πάροδον εἰς βουλήν, οὐ συνηγορίαν ἐπὶ δικαστῶν, οὐ στρατείαν ὑπὲρ πατρίδος, οὐ πρεσβείαν, οὐκ ἐπίδοσιν: ἀλλ᾽ ἐπὶ ξένης ὥσπερ τινὸς
λωτοῦ γευσάμενοι σχολῆς τὸν πάντα βίον οὐ βραχὺν
[p. 215]
δε στοιξορυμ ρεπυγναντιις.
ἀλλὰ παμμήκη γενόμενον διήγαγον ἐν λόγοις καὶ βιβλίοις καὶ περιπάτοις: οὐκ ἄδηλον ὅτι τοῖς ὑφ᾽ ἑτέρων γραφομένοις καὶ λεγομένοις μᾶλλον ἢ τοῖς
ὑφ᾽ αὑτῶν ὁμολογουμένως ἔζησαν, ἣν Ἐπίκουρος
ἡσυχίαν ἐπαινεῖ καὶ Ἱερώνυμος, ἐν ταύτῃ τὸ παράπαν
καταβιώσαντες. αὐτὸς γοῦν Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ Βίων οὐδὲν οἴεται τὸν σχολαστικὸν βίον τοῦ ἡδονικοῦ διαφέρειν: αὐτὰς δὲ παραθήσομαι τὰς λέξεις ‘ὅσοι δ᾽ ὑπολαμβάνουσι φιλοσόφοις ἐπιβάλλειν
μάλιστα τὸν σχολαστικὸν βίον ἀπ᾽ ἀρχῆς, οὗτοί μοι δοκοῦσι διαμαρτάνειν, ὑπονοοῦντες διαγωγῆς τινος
ἕνεκεν δεῖν τοῦτο ποιεῖν ἢ ἄλλου τινὸς τούτῳ παραπλησίου,
καὶ τὸν ὅλον βίον οὕτω πως διελκύσαι:
τοῦτο δ᾽ ἐστίν, ἂν σαφῶς θεωρηθῇ, ἡδέως: οὐ γὰρ
δεῖ λανθάνειν τὴν ὑπόνοιαν αὐτῶν, πολλῶν μὲν σαφῶς τοῦτο λεγόντων οὐκ ὀλίγων δ᾽ ἀδηλότερον.
’
τίς οὖν μᾶλλον ἐν τῷ σχολαστικῷ βίῳ τούτῳ κατεγήρασεν ἢ Χρύσιππος καὶ Κλεάνθης καὶ
Διογένης καὶ Ζήνων καὶ Ἀντίπατρος, οἵ γε καὶ
τὰς αὑτῶν κατέλιπον πατρίδας, οὐδὲν ἐγκαλοῦντες ἀλλ᾽ ὅπως καθ᾽ ἡσυχίαν ἐν τῷ Ὠιδείῳ καὶ ἐπὶ Ζωστῆρος σχολάζοντες καὶ φιλολογοῦντες διάγωσιν; Ἀριστοκρέων γοῦν ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώσας ἐπέγραψε τόδε
τὸ ἐλεγεῖον
[p. 216]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.