Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πατροκτόνων καὶ τυράννων; οὐ γὰρ ἡδὺ τῷ θείῳ καὶ κομψὸν ἡ κακία γέγονεν ἐπεισόδιον, οὐδὲ δι᾽
εὐτραπελίαν ἡ ἀδικία καὶ γέλωτα καὶ βωμολοχίαν προστέτριπται τοῖς πράγμασιν, ὑφ᾽ ὧν οὐδ᾽ ὄναρ
ἰδεῖν ἔστι τῆς ὑμνουμένης ὁμολογίας. ἔτι τὸ μὲν φαῦλον ἐπίγραμμα τοῦ ποιήματος πολλοστημόριόν ἐστι καὶ μικρὸν ἐπέχει παντάπασιν ἐν τῇ κωμῳδίᾳ
χωρίον, καὶ οὔτε πλεονάζει τὰ τοιαῦτα οὔτε τῶν
εὖ πεποιῆσθαι δοκούντων ἀπόλλυσι καὶ λυμαίνεται τὴν χάριν: τῆς δὲ κακίας ἀναπέπλησται πάντα πράγματα καὶ πᾶς ὁ βίος εὐθὺς ἐκ παρόδου καὶ ἀρχῆς ἄχρι κορωνίδος ἀσχημονῶν καὶ ἐκπίπτων καὶ
[p. 304] ταραττόμενος καὶ μηδὲν ἔχων μέρος καθαρὸν μηδ᾽ ἀνεπίληπτον,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.