previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λαμπρ Ἀλλ᾽ οὑτωσὶ μὲν ἀκούοντι τῶν ὀνομάτων ἀλλόκοτόν τι φαίνεται δεινῶς, ἑταῖρε, τὸ φραζόμενον: ἔτι δὲ δέομαι μαθεῖν πῶς τοῦτο συμβαίνει.

διαδουμ Προσεκτέον οὖν σοι μᾶλλον. οὐ γὰρ τοῦ τυχόντος ἐστὶν αἴνιγμα συνιέναι ἄκουε δὴ καὶ ἀποκρίνου. ἆρ᾽ οὖν τέλος ἐστὶ κατ᾽ αὐτοὺς τὸ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς τῶν κατὰ φύσιν;

λαμπρ Λέγουσιν οὕτως.

διαδουμ Τὰ δὲ κατὰ φύσιν πότερον ὡς ἀγαθὰ ἐκλέγονται ὡς ἀξίας τινὰς ἔχοντα προαγωγὰς ... τοῦτο πρὸς τὸ τέλος πρὸς ἕτερόν τι τῶν ὄντων;

λαμπρ Οὐ νομίζω, ἀλλὰ πρὸς τέλος.

διαδουμ. ἤδη τοίνυν ἀποκαλύψας ὅρα τὸ συμβαῖνον αὐτοῖς, ὅτι τέλος ἐστὶ τὸ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς τῶν ἀξίαν ἐχόντων πρὸς τὸ [p. 323] εὐλογιστεῖν: ἄλλην γὰρ οὐσίαν τἀγαθοῦ καὶ τῆς εὐδαιμονίας οὔτ᾽ ἔχειν φασὶν οὔτε νοεῖν οἱ ἄνδρες τὴν πολυτίμητον εὐλογιστίαν ταύτην περὶ τὰς ἐκλογὰς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: