Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀνθρώπων, σοφῶν κινουμένου, ἄλλο δ᾽ οὔκ. ἀρετῇ
δὲ μὴ ἀπολειπόμενον ἄνθρωπον οὐδὲν ἀποδεῖν εὐδαιμονίας
λέγουσιν, ἀλλ᾽ ἐπίσης εἶναι μακάριον τῷ Διὶ τῷ σωτῆρι τὸν ἀτυχῆ, διὰ νόσους καὶ πηρώσεις
[p. 333] σώματος ἐξάγοντα τοῦ ζῆν ἑαυτόν, εἴπερ εἴη σοφός.
ἔστι δ᾽ οὗτος οὐδαμοῦ γῆς οὐδὲ γέγονεν: ἄπλετοι
δὲ μυριάδες ἀνθρώπων κακοδαιμονοῦντες ἐπ᾽ ἄκρον
ἐν τῇ τοῦ Διὸς πολιτείᾳ καὶ ἀρχῇ τὴν ἀρίστην
ἐχούσῃ διοίκησιν. καίτοι τί μᾶλλον ἂν γένοιτο παρὰ τὴν ἔννοιαν ἤ, τοῦ Διὸς ὡς ἔνι ἄριστα διοικοῦντος, ἡμᾶς ὡς ἔνι χείριστα πράσσειν; εἰ γοῦν,
ὃ μηδὲ θέμις ἐστὶν εἰπεῖν, ἐθελήσειε μὴ Σωτὴρ μηδὲ Μειλίχιος εἶναι μηδ᾽ Ἀλεξίκακος, ἀλλὰ τἀναντία
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.