Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν ἥλιον καὶ τὸν ἕσπερον πρύτανιν ἢ ἀστυνόμον, οὐκ οἶδα μὴ τοὺς ἐλέγχοντας τὰ τοιαῦτα τῶν λεγόντων καὶ ἀποφαινομένων ἀποδείκνυσιν ἀτοπωτέρους.
ἀλλὰ τῶν φυσικωτέρων λεγομένων ἆρ᾽ οὐ παρὰ τὴν ἔννοιάν ἐστι σπέρμα πλέον εἶναι καὶ μεῖζον
ἢ τὸ γεννώμενον ἐξ αὐτοῦ; τὴν γοῦν φύσιν ὁρῶμεν πᾶσι καὶ ζῴοις καὶ φυτοῖς καὶ ἡμέροις καὶ ἀγρίοις ἀρχὰς τὰ μικρὰ καὶ γλίσχρα καὶ μόλις
ὁρατὰ τῆς τῶν μεγίστων γενέσεως λαμβάνουσαν.
οὐ γὰρ ἐκ πυροῦ στάχυν οὐδ᾽ ἄμπελον ἐκ γιγάρτου μόνον, ἀλλ᾽ ἐκ πυρῆνος βαλάνου τινὸς ὄρνεον διαφυγούσης ὥσπερ ἐκ μικροῦ τινος σπινθῆρος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.