Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐδ᾽ ὁ κόσμος ἢ ὁ ἄνθρωπος: ἐπ᾽ ἄπειρον γὰρ ἡ
τομὴ προάγει τὰ σώματα: τῶν δ᾽ ἀπείρων οὐδέν
ἐστι πλέον οὐδ᾽ ἔλαττον οὐδ᾽ ὅλως ὑπερβάλλει πλῆθος, ἢ παύσεται τὰ μέρη τοῦ ὑπολειπομένου μεριζόμενα καὶ παρέχοντα πλῆθος ἐξ αὑτῶν ὁτισοῦν.
λαμπρ Πῶς οὖν ἀμύνονται ταύτας; τὰς
ἀπορίας;
διαδουμ. εὐμηχάνως κομιδῇ καὶ ἀνδρείως λέγει γὰρ ὁ Χρύσιππος ‘ἐρωτωμένους ἡμᾶς, εἴ τινα ἔχομεν μέρη καὶ πόσα καὶ ἐκ τίνων συγκείμενα μερῶν καὶ πόσων, διαστολῇ χρήσεσθαι, τὸ μὲν ὁλοσχερὲς
τιθέντας, ὡς ἐκ κεφαλῆς καὶ θώρακος καὶ σκελῶν συγκείμεθα τοῦτο γὰρ ἦν πᾶν τὸ ζητούμενον καὶ ἀπορούμενον ἐὰν δ᾽ ἐπὶ τὰ ἔσχατα μέρη
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.