Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κατ᾽ Εὐριπίδην, ταύτας μάλιστα συνάγειν τὰς ἡδονάς,
ὥσπερ εἰς πολιορκίαν ἄσηπτα σιτία καὶ ἄφθαρτα
παρατιθεμένους: εἶτ᾽ ἄγειν ἀφροδίσια τοῦ βίου καὶ
μεθεόρτους καλὰς ἐν ἱστορίαις καὶ ποιήμασι διατρίβοντας
ἢ προβλήμασι μουσικοῖς καὶ γεωμετρικοῖς.
οὐ γὰρ ἂν ἐπῆλθεν αὐτοῖς εἰς νοῦν βαλέσθαι τὰς τυφλὰς καὶ νωδὰς ἐκείνας ψηλαφήσεις καὶ ἐπιπηδήσεις τοῦ ἀκολάστου, μεμαθηκόσιν, εἰ μηδὲν ἄλλο,
γράφειν περὶ Ὁμήρου καὶ περὶ Εὐριπίδου, ὡς Ἀριστοτέλης
καὶ Ἡρακλείδης καὶ Δικαίαρχος. ἀλλ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.