Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ μήτε ἐλπίδα μήτε χάριν ἑαυτοῖς μήτε θάρσος ἀγαθῶν παρόντων μήτε τινὰ δυστυχοῦσιν ἀποστροφὴν πρὸς
τὸ θεῖον ἀπολείπεσθαι.’
[p. 404]
δεῖ μὲν γὰρ ἀμέλει τῆς περὶ θεῶν δόξης
ὥσπερ ὄψεως λήμην ἀφαιρεῖν τὴν δεισιδαιμονίαν
εἰ δὲ τοῦτ᾽ ἀδύνατον, μὴ συνεκκόπτειν μηδὲ τυφλοῦν τὴν πίστιν, ἣν οἱ πλεῖστοι περὶ θεῶν ἔχουσιν. αὕτη
δ᾽ ἐστὶν οὐ φοβερά τις οὐδὲ σκυθρωπὴ καθάπερ
οὗτοι πλάττουσι, διαβάλλοντες τὴν πρόνοιαν, ὥσπερ παισὶν Ἔμπουσαν ἢ Ποινὴν ἀλιτηριώδη καὶ τραγικὴν
ἐπιτετραμμένην. ἀλλ᾽ ὀλίγοι μὲν τῶν ἀνθρώπων δεδίασι τὸν θεόν, οἷς οὐκ ἄμεινον μὴ δεδιέναι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.