Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ὅθεν, ὥσπερ οἱ περὶ τὸ θεῖον πλημμελήσαντες, ἐξαγορεύων τὰ ἑαυτοῦ κακὰ τελευτῶντος ἤδη τοῦ βιβλίου φησὶν ὅτι ‘τὸν βίον οἱ νόμους διατάξαντες
[p. 470]
καὶ νόμιμα καὶ τὸ βασιλεύεσθαι τὰς πόλεις καὶ ἄρχεσθαι καταστήσαντες εἰς πολλὴν ἀσφάλειαν καὶ ἡσυχίαν ἔθεντο καὶ θορύβων ἀπήλλαξαν εἰ δέ τις ταῦτα ἀναιρήσει, θηρίων βίον βιωσόμεθα καὶ ὁ
προστυχὼν τὸν ἐντυχόντα μονονοὺ κατέδεται’ τοῦτο γὰρ ὁ Κωλώτης αὐταῖς λέξεσιν ἐκπεφώνηκεν, οὐ δικαίως οὐδ᾽ ἀληθῶς. ἂν γὰρ ἀνελών τις τοὺς νόμους τὰ Παρμενίδου καὶ Σωκράτους καὶ Ἡρακλείτου
καὶ Πλάτωνος ἀπολίπῃ δόγματα, πολλοῦ
δεήσομεν ἀλλήλους κατεσθίειν καὶ θηρίων βίον ζῆν: φοβησόμεθα γὰρ τὰ αἰσχρὰ καὶ τιμήσομεν ἐπὶ τῷ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.