This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δ᾽ ἂν εἴποιμι, μηδὲ κακῶς βιώσας λάθε, ἀλλὰ γνώσθητι σωφρονίσθητι μετανόησον εἴτ᾽ ἀρετὴν ἔχεις,
μὴ γένῃ ἄχρηστος εἴτε κακίαν, μὴ μείνῃς ἀθεράπευτος. μᾶλλον δὲ διελοῦ καὶ διόρισον, τίνι τοῦτο προστάττεις: εἰ μὲν ἀμαθεῖ καὶ πονηρῷ καὶ ἀγνώμονι, οὐδὲν διαφέρεις τοῦ λέγοντος, λάθε καὶ πυρέττων, λάθε φρενιτίζων, μὴ γνῷ σε ὁ ἰατρός:
ἴθι ῥίψας ποι κατὰ σκότου σεαυτόν, ἀγνοούμενος
ὁμοῦ τοῖς πάθεσι: καὶ σὺ ἴθι τῇ κακίᾳ νόσον ἀνήκεστον νοσῶν καὶ ὀλέθριον, ἀποκρύπτων τοὺς φθόνους, τὰς δεισιδαιμονίας, ὥσπερ τινὰς σφυγμούς,
δεδιὼς παρασχεῖν τοῖς νουθετεῖν καὶ ἰᾶσθαι δυναμένοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.