Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκμελὲς δέ, ὅτι, καὶ εἴ τις ἐν τῇ τοῦ τονιαίου
[p. 498] δυνάμει τιθείη τὸ τοῦ συντονωτέρου σπονδειασμοῦ
ἴδιον, συμβαίνοι ἂν δύο ἑξῆς τίθεσθαι δίτονα, τὸ μὲν ἀσύνθετον τὸ δὲ σύνθετον: τὸ γὰρ ἐν ταῖς μέσαις ἐναρμόνιον πυκνὸν, ᾧ νῦν χρῶνται, οὐ δοκεῖ
τοῦ ποιητοῦ εἶναι. ῥᾴδιον δ᾽ ἐστὶ συνιδεῖν, ἐάν τις ἀρχαϊκῶς τινος αὐλοῦντος ἀκούσῃ ἀσύνθετον γὰρ βούλεται εἶναι καὶ τὸ ἐν ταῖς μέσαις ἡμιτόνιον.
τὰ μὲν οὖν πρῶτα τῶν ἐναρμονίων τοιαῦτα: ὕστερον
δὲ τὸ ἡμιτόνιον διῃρέθη ἔν τε τοῖς Λυδίοις καὶ ἐν
τοῖς Φρυγίοις. φαίνεται δ᾽ Ὄλυμπος αὐξήσας μουσικὴν
τῷ ἀγένητόν τι καὶ ἀγνοούμενον ὑπὸ τῶν
ἔμπροσθεν εἰσαγαγεῖν, καὶ ἀρχηγὸς γενέσθαι τῆς
Ἑλληνικῆς καὶ καλῆς μουσικῆς.
‘ἔστι δέ τις καὶ περὶ τῶν ῥυθμῶν λόγος:
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.