next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μέλλοντες τὸν φυσικὸν παραδώσειν λόγον ἀναγκαῖον ἡγούμεθα εὐθὺς ἐν ἀρχαῖς διελέσθαι τὴν τῆς φιλοσοφίας πραγματείαν, ἵν᾽ εἰδῶμεν τί ἐστι καὶ πόστον μέρος αὐτῆς φυσικὴ διέξοδος. οἱ μὲν οὖν Στωικοὶ ἔφασαν τὴν μὲν σοφίαν εἶναι θείων τε καὶ ἀνθρωπίνων ἐπιστήμην, τὴν δὲ φιλοσοφίαν ἄσκησιν ἐπιτηδείου τέχνης, ἐπιτήδειον δ᾽ εἶναι μίαν καὶ ἀνωτάτω τὴν ἀρετήν, ἀρετὰς δὲ τὰς γενικωτάτας τρεῖς, φυσικὴν ἠθικὴν λογικήν: δι᾽ ἣν αἰτίαν καὶ τριμερής ἐστιν φιλοσοφία, ἧς τὸ μὲν φυσικὸν τὸ δ᾽ ἠθικὸν τὸ δὲ λογικόν: καὶ φυσικὸν μὲν ὅταν περὶ κόσμου ζητῶμεν καὶ τῶν ἐν κόσμῳ, ἠθικὸν δὲ τὸ κατησχολημένον περὶ τὸν ἀνθρώπινον βίον, λογικὸν δὲ τὸ περὶ τὸν λόγον, καὶ διαλεκτικὸν καλοῦσιν. Ἀριστοτέλης δὲ καὶ Θεόφραστος καὶ σχεδὸν πάντες οἱ Περιπατητικοὶ διείλοντο τὴν φιλοσοφίαν οὕτως: ἀναγκαῖον τὸν τέλειον ἄνδρα καὶ θεωρητικὸν εἶναι τῶν ὄντων καὶ πρακτικὸν τῶν δεόντων: τοῦτο δ᾽ ἔξεστι καὶ ἐκ τούτων συνιδεῖν, οἷον ζητεῖται [p. 265] εἰ ζῷον μὴ ζῷον ἣλιος, εἴπερ ὁρᾶται: τοῦτο δὲ ζητῶν θεωρητικός ἐστιν: οὐδὲ γάρ τι πλέον θεωρεῖται τὸ ὄν. ζητεῖται ὁμοίως εἰ ἄπειρος κόσμος ἐστὶ καὶ εἰ ἔξω τι τοῦ κόσμου ἔστι: ταῦτα γὰρ πάντα θεωρητικά. ζητεῖται πάλιν πῶς βιοτεύειν καὶ πῶς προΐστασθαι τέκνων προσήκει καὶ πῶς ἄρχειν καὶ πῶς νομοθετεῖν : ταῦτα γὰρ πάντα ἕνεκα τοῦ πρᾶξαι ζητεῖται καὶ ἔστιν τοιοῦτος πρακτικὸς ἀνήρ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: