previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εἰ ἓν τὸ πᾶν.

οἱ μὲν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν ἔφασαν εἶναι καὶ τὸ σωματικόν.

Ἐμπεδοκλῆς δὲ κόσμον μὲν ἕνα , οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον ἀλλ᾽ ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην.

Πλάτων δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς κόσμος καὶ ἓν τὸ πᾶν, ἐκ τριῶν: ἐκ τοῦ μὴ εἶναι τέλειον, ἐὰν μὴ πάντα περιέχῃ : ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι, ἐὰν μὴ μονογενὴς ἐκ τοῦ μὴ ἔσεσθαι αὐτὸν ἄφθαρτον, ἐὰν τι ἐξωτέρω [p. 277] αὐτοῦ. πρὸς δὴ τὸν Πλάτωνα ῥητέον, ὅτι οὐ τέλειος κόσμος: οὐδὲ γὰρ πάντα περιέχει ... καὶ γὰρ ἄνθρωπός ἐστι τέλειος, ἀλλ᾽ οὐ πάντα περιέχει καὶ πολλὰ παραδείγματα ἔστιν, ὥσπερ ἐπ᾽ ἀνδριάντων καὶ οἰκιῶν καὶ ζῳγραφιῶν. πῶς δὲ τέλειος, εἴπερ ἔξωθέν τι αὐτοῦ περιδινεῖσθαι δύναται; ἄφθαρτος δ᾽ οὐκ ἔστιν οὐδὲ δύναται εἶναι , γενητὸς ὤν.

Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γενηθῆναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ. ὅτι δ᾽ ἄπειρος κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι: εἰ γὰρ μὲν κόσμος πεπερασμένος, ὅτι δ᾽ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὅδε κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι. ὅπου γὰρ τὰ πάντα αἴτια, ἐκεῖ καὶ τὰ ἀποτελέσματα αἴτια δ᾽ ἤτοι αἱ ἄτομοι τὰ στοιχεῖα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: