οἱ Στωικοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφήν. Ἀριστοτέλης ἕκτην μὲν οὐ λέγει, κοινὴν δ᾽ αἴσθησιν τὴν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας: ἐν ᾗ τὸ μεταβατικὸν ἀφ᾽ ἑτέρου πρὸς ἕτερον, οἱονεὶ σχήματος καὶ κινήσεως, δείκνυται. Δημόκριτος πλείους εἶναι αἰσθήσεις, περὶ τὰ ἄλογα ζῷα καὶ περὶ τοὺς σοφοὺς καὶ περὶ τοὺς θεούς. [p. 338]
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ Στωικοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφήν. Ἀριστοτέλης ἕκτην μὲν οὐ λέγει, κοινὴν δ᾽ αἴσθησιν τὴν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας: ἐν ᾗ τὸ μεταβατικὸν ἀφ᾽ ἑτέρου πρὸς ἕτερον, οἱονεὶ σχήματος καὶ κινήσεως, δείκνυται. Δημόκριτος πλείους εἶναι αἰσθήσεις, περὶ τὰ ἄλογα ζῷα καὶ περὶ τοὺς σοφοὺς καὶ περὶ τοὺς θεούς. [p. 338]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.