next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. Ἀθήναιος μὲν τῆς βίβλου πατήρ: ποιεῖται δὲ τὸν λόγον πρὸς Τιμοκράτην Δειπνοσοφιστὴς δὲ ταύτῃ τὸ ὄνομα. ὑπόκειται δὲ τῷ λόγῳ Λαρήνσιος Ῥωμαῖος, ἀνὴρ τῇ τύχῃ περιφανής, τοὺς κατὰ πᾶσαν παιδείαν ἐμπειροτάτους ἐν τοῖς αὑτοῦ δαιτυμόνας ποιούμενος: ἐν οἷς οὐκ ἔσθ᾽ οὗτινος τῶν καλλίστων οὐκ ἐμνημόνευσεν. ἰχθῦς τε γὰρ τῇ βίβλῳ ἐνέθετο καὶ τὰς τούτων χρείας καὶ τὰς τῶν ὀνομάτων ἀναπτύξεις, καὶ λαχάνων γένη παντοῖα. καὶ ζῴων παντοδαπῶν, καὶ ἄνδρας ἱστορίας συγγεγραφότας καὶ ποιητὰς καὶ φιλοσόφους, καὶ ὄργανα μουσικὰ καὶ σκωμμάτων εἴδη μυρία: καὶ ἐκπωμάτων διαφορὰς καὶ πλούτους βασιλέων διηγήσατο, καὶ νηῶν μεγέθη, καὶ ὅσα ἄλλα οὐδ᾽ ἂν εὐχερῶς ἀπομνημονεύσαιμι, ἐπιλίποι ἂν με ἡμέρα κατ᾽ εἶδος διεξερχόμενον. καί ἐστιν τοῦ λόγου οἰκονομία μίμημα τῆς τοῦ δείπνου πολυτελείας, καὶ τῆς βίβλου διασκευὴ τῆς ἐν τῷ δείπνῳ [p. 4] παρασκευῆς. τοιοῦτον θαυμαστὸς οὗτος τοῦ λόγου οἰκονόμος Ἀθήναιος ἥδιστον λογόδειπνον εἰσηγεῖται κρείττων τε αὐτὸς ἑαυτοῦ γινόμενος, ὥσπερ οἱ Ἀθήνησι ῥήτορες, ὑπὸ τῆς ἐν τῷ λέγειν θερμότητος πρὸς τὰ ἑπόμενα τῆς βίβλου βαθμηδὸν ὑπεράλλεται.

2. οἱ δ᾽ ἐν τῷ δείπνῳ δῆθεν ἐπιδημήσαντες δειπνοσοφισταὶ ἦσαν Μανσούριος, νόμων ἐξηγητὴς καὶ πάσης παιδείας οὐ παρέργως ἐπιμέλειαν ποιούμενος, μόνος ποιητής, ἀνὴρ καὶ κατὰ τὴν ἄλλην παιδείαν οὐδενὸς δεύτερος καὶ τὴν ἐγκύκλιον οὐ παρέργως ἐζηλωκώς : ἕκαστον γὰρ ὧν ἐπεδείκνυτο ὡς μόνον τοῦτο ἠσκηκὼς ἐφαίνετο, τοιαύτῃ πολυμαθείᾳ ἐκ παίδων συνετράφη: ἰάμβων δὲ ἦν αποιητὴς οὐδενὸς δεύτερος φησί, τῶν μετ᾽ Ἀρχίλοχον ποιητῶν. παρῆν δὲ καὶ Πλούταρχος καὶ Λεωνίδης Ἠλεῖος καὶ Αἰμιλιανὸς Μαυρούσιος καὶ Ζωίλος, γραμματικῶν οἱ χαριέστατοι. φιλοσόφων δὲ παρῆσαν Ποντιανὸς καὶ Δημόκριτος οἱ Νικομηδεῖς, πολυμαθείᾳ πάντας ὑπερηκοντικότες, Φιλάδελφός τε Πτολεμαεύς, ἀνὴρ οὐ μόνον ἐν φιλοσόφῳ θεωρίᾳ τεθραμμένος, ἀλλὰ καὶ κατὰ τὸν ἄλλον βίον ἐξητασμένος. τῶν δὲ κυνικῶν εἷς ἦν ὃν Κύνουλκον καλεῖ οὐ μόνονδύο κύνες ἀργοὶ εἵποντο,’ ὡς τῷ Τηλεμάχῳ ἐκκλησιάζοντι, ἀλλὰ τῶν Ἀκταίωνος πολὺ πλείονες. ῥητόρων τε ἦν ἄγυρις τῶν κυνικῶν κατ᾽ οὐδὲν ἀπολειπομένη: ὧν κατέτρεχε μετὰ καὶ τῶν ἄλλων ὅσοι τι ἐφθέγγοντο Οὐλπιανὸς Τύριος, ὃς διὰ τὰς συνεχεῖς ζητήσεις, [p. 6] ἃς ἀνὰ πᾶσαν ὥραν ποιεῖται ἐν ταῖς ἀγυιαῖς, περιπάτοις, βιβλιοπωλείοις, βαλανείοις ἔσχεν ὄνομα τοῦ κυρίου διασημότερον Κειτούκειτος. οὗτος ἀνὴρ νόμον εἶχεν ἴδιον μηδενὸς ἀποτρώγειν πρὶν εἰπεῖνκεῖται οὐ κεῖται;’ οἷον εἰ κεῖται ὥρα ἐπὶ τοῦ τῆς ἡμέρας μορίου, εἰ μέθυσος ἐπὶ ἀνδρός, εἰ μήτρα κεῖται ἐπὶ τοῦ ἐδωδίμου βρώματος, εἰ σύαγρος κεῖται τὸ σύνθετον ἐπὶ τοῦ συός. ἰατρῶν δὲ παρῆσαν Δάφνος Ἐφέσιος, ἱερὸς τὴν τέχνην καὶ κατὰ τὰ ἤθη, τῶν Ἀκαδημαικῶν λόγων οὐ παρέργως ἁπτόμενος,, Γαληνός τε Περγαμηνός, ὃς τοσαῦτ᾽ ἐκδέδωκε συγγράμματα φιλόσοφὰ τε καὶ ἰατρικὰ ὡς πάντας ὑπερβαλεῖν τοὺς πρὸ αὐτοῦ, καὶ κατὰ τὴν ἑρμηνείαν οὐδενὸς ὢν τῶν ἀρχαίων ἀδυνατώτερος, Ῥουφῖνός τε Νικαεύς. μουσικὸς δὲ παρῆν Ἀλκείδης Ἀλεξανδρεύς, καί. ἦν κατάλογος οὗτος στρατιωτικός, φησί, μᾶλλον συμποτικός. 3. Δραματουργεῖ δὲ τὸν διάλογον Ἀθήναιος ζήλῳ Πλατωνικῷ:: οὕτως γοῦν ἄρχεται:

αὐτός, Ἀθήναιε, μετειληφὼς τῆς καλῆς ἐκείνης συνουσίας τῶν νῦν ἐπικληθέντων δειπνοσοφιστῶν, ἥτις ἀνὰ τὴν πόλιν πολυθρύλητος ἐγένετο, παρ᾽ ἄλλου μαθὼν τοῖς ἑταίροις. διεξῄεις,’ ‘αὐτός, Τιμόκρατες, μετασχών.’ [p. 8]ἆρ᾽ οὖν ἐθελήσεις καὶ ἡμῖν τῶν καλῶν ἐπικυλικίων λόγων μεταδοῦναι

τρὶς δὲ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον,
ὣς πού φησιν Κυρηναῖος ποιητής παρ᾽ ἄλλου τινὸς ἡμᾶς ἀναπυνθάνεσθαι δεῖ.’ 4. εἶτα εἰσβάλλει μετ᾽ ὀλίγον εἰς τὸν τοῦ Λαρηνσίου ἔπαινον καὶ λέγει: ὃς ὑπὸ φιλοτιμίας πολλοὺς τῶν ἀπὸ παιδείας συναθροίζων οὐ μόνον τοῖς ἄλλοις ἀλλὰ καὶ λόγοις εἱστία, τὰ μὲν προβάλλων τῶν ἀξίων ζητήσεως, τὰ δὲ ἀνευρίσκων, οὐκ ἀβασανίστως οὐδ᾽ ἐκ τοῦ παρατυχόντος τὰς ζητήσεις ποιούμενος, ἀλλ᾽ ὡς ἔνι μάλιστα μετὰ κριτικῆς τινος καὶ Σωκρατικῆς ἐπιστήμης, ὡς πάντας θαυμάζειν τῶν ζητήσεων τὴν τήρησιν. λέγει δὲ αὐτὸν καὶ καθεσταμένον ἐπὶ τῶν ἱερῶν εἶναι καὶ θυσιῶν ὑπὸ τοῦ πάντα ἀρίστου βασιλέως Μάρκου καὶ μὴ ἔλαττον τῶν πατρίων τὰ τῶν Ἑλλήνων μεταχειρίζεσθαι. καλεῖ δὲ αὐτὸν καὶ Ἀστεροπαῖόν τινα ἐπ᾽ ἴσης ἀμφοτέρων τῶν φωνῶν προιστάμενον. λέγει δὲ αὐτὸν καὶ ἔμπειρον εἶναι ἱερουργιῶν τῶν νομισθεισῶν ὑπό τε τοῦ τῆς πόλεως ἐπωνύμου Ῥωμύλου καὶ Πομπιλίου Νουμᾶ καὶ ἐπιστήμονα νόμων πολιτικῶν. πάντα δὲ ταῦτα μόνον ἐξευρεῖν ἐκ παλαιῶν ψηφισμάτων καὶ δογμάτων τηρήσεως, ἔτι δὲ νόμων συναγωγῆς οὐκέτι διδάσκουσιν, ὡς τὰ Πινδάρου κωμῳδιοποιὸς Εὔπολίς φησιν, ἤδη κατασεσιγασμένων [p. 10] ὑπὸ τῆς τῶν πολλῶν ἀφιλοκαλίας. ἦν δέ, φησί, καὶ βιβλίων κτῆσις αὐτῷ ἀρχαίων Ἑλληνικῶν τοσαύτη ὡς ὑπερβάλλειν πάντας τοὺς ἐπὶ συναγωγῇ τεθαυμασμένους, Πολυκράτην τε τὸν Σάμιον καὶ Πεισίστρατον τὸν Ἀθηναίων τυραννήσαντα Εὐκλείδην τε τὸν καὶ αὐτὸν Ἀθηναῖον καὶ Νικοκράτην τὸν Κύπριον ἔτι τε τοὺς Περγάμου βασιλέας Εὐριπίδην τε τὸν ποιητὴν Ἀριστοτέλην τε τὸν φιλόσοφον καὶ Θεόφραστον καὶ τὸν τὰ τούτων διατηρήσαντα βιβλία Νηλέα: παρ᾽ οὗ πάντα φησί, πριάμενος ἡμεδαπὸς βασιλεὺς Πτολεμαῖος, Φιλάδελφος δὲ ἐπίκλην, μετὰ τῶν Ἀθήνηθεν καὶ τῶν ἀπὸ Ῥόδου εἰς τὴν καλὴν Ἀλεξάνδρειαν μετήγαγε. διόπερ ἐκεῖνα τῶν Ἀντιφάνους ἐρεῖ τις εἰς αὐτόν:

ἀεὶ δὲ πρὸς Μούσαισι καὶ λόγοις πάρει ,
ὅπου τι σοφίας ἔργον ἐξετάζεται.
ἀγλαίζεται δὲ καὶ
μουσικᾶς ἐν ἀώτῳ
οἷα παίζομεν φίλαν
ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν,
κατὰ τὸν Θηβαῖον μελοποιόν. καὶ ἐπὶ τὰς ἑστιάσεις δὲ παρακαλῶν πατρίδα, φησί, τὴν Ῥώμην πᾶσιν ἀποφαίνει. ‘τίς γὰρ τὰ οἴκοι ποθεῖ τούτῳ ξυνὼν ἀναπεπταμένην ἔχοντι τοῖς φίλοις τὴν οἰκίαν;’ κατὰ γὰρ τὸν κωμῳδιοποιὸν Ἀπολλόδωρον:: εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου
ἔστιν θεωρεῖν Νικοφῶν, τὴν τοῦ φίλου εὔνοιαν
εὐθὺς εἰσιόντα τὰς θύρας.
θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, κύων [p. 12]
ἔσηνε καὶ προσῆλθ᾽ , ὑπαντήσας δέ τις
δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ
μηδέν.
5. τοιούτους ἔδει καὶ τοὺς λοιποὺς εἶναι πλουσίους: ὡς τοῖς γε μὴ τοῦτο ποιοῦσιν ἐρεῖ τιςτί μικρολόγος εἶ, πλεῖαί τοι οἴνου κλισίαι: δαίνυ δαῖτα γέρουσι θάλειαν: ἔοικέ τοι.’ τοιοῦτος ἦν τῇ μεγαλοψυχίᾳ μέγας Ἀλέξανδρος. Κόνων δὲ τῇ περὶ Κνίδον ναυμαχίᾳ νικήσας Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ ἑκατόμβην τῷ ὄντι θύσας καὶ ου᾽ ψευδωνύμως, πάντας Ἀθηναίους εἱστίασεν. Ἀλκιβιάδης δὲ Ὀλύμπια νικήσας ἅρματι πρῶτος καὶ δεύτερος καὶ τέταρτος, εἰς ἃς νίκας καὶ Εὐριπίδης ἔγραψεν ἐπινίκιον, θύσας Ὀλυμπίῳ Διὶ τὴν πανήγυριν πᾶσαν εἱστίασε. τὸ αὐτὸ ἐποίησε καὶ Λεώφρων Ὀλυμπίασιν, ἐπινίκιον γράψαντος τοῦ Κείου Σιμωνίδου. Ἐμπεδοκλῆς δ᾽ Ἀκραγαντῖνος ἵπποις Ὀλύμπια νικήσας, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, ἐκ σμύρνης καὶ λιβανωτοῦ καὶ τῶν πολυτελεστάτων ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν πανήγυριν ἀπαντήσασιν. δὲ Χῖος Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χίου κεράμιον.

τοῦ γάρ τις ἄλλου πρὸς θεῶν ἂν οὕνεκα
εὔξαιτο πλουτεῖν εὐπορεῖν τε χρημάτων τοῦ
δύνασθαι παραβοηθεῖν τοῖς φίλοις [p. 14]
σπείρειν τε καρπὸν Χάριτος, ἡδίστης θεῶν τοῦ μὲν πιεῖν γὰρ καὶ φαγεῖν τὰς ἡδονὰς
ἔχομεν ὁμοίας: οὐδὲ τοῖς λαμπροῖσι
γὰρ δείπνοις τὸ πεινῆν παύεται,
Ἀντιφάνης φησίν. ὅτι Ξενοκράτης Χαλκηδόνιος καὶ Σπεύσιππος Ἀκαδημαικὸς καὶ Ἀριστοτέλης βασιλικοὺς νόμους ἔγραψε. ἀλλὰ μὴν καὶ Ἀκραγαντῖνος Τελλίας, φιλόξενος ὢν καὶ πάντας πολυωρῶν, πεντακοσίοις ἱππεῦσιν ἐκ Γέλας ποτὲ καταλύσασιν ὡς αὐτὸν χειμῶνος ὥρᾳ ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον. 6.

τρεχέδειπνος, φησί, σοφιστής . Κλέαρχός φησι Χάρμον τὸν Συρακούσιον εὐτρεπίσθαι στιχίδια καὶ παροιμίας εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων εἰς μὲν τὸν ἰχθὺν

ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος, εἰς δὲ τοὺς κήρυκας:

χαίρετε, κήρυκες, Διὸς ἄγγελοι εἰς δὲ τὴν χορδὴν

ἑλικτὰ κοὐδὲν ὑγιές,
εἰς δὲ τὴν ὠνθυλευμένην τευθίδα:

σοφή, σοφὴ σύ, εἰς δὲ τὸ ἐν τοῖς ἑψητοῖς ὡραῖον

οὐκ ἀπ᾽ ἐμοῦ σκεδάσεις ὄχλον; [p. 16]
εἰς δὲ τὴν ἀποδεδαρμένην ἔγχελυν:

οὐ προκαλυπτομένα βοστρυχώδεα.
τοιούτους πολλούς φησι τῷ Λαρηνσίου παρεῖναι δείπνῳ, ὥσπερ συμβολὰς κομίζοντας τὰ ἀπὸ τῶν στρωματοδέσμων γράμματα. φησὶ δὲ καὶ ὅτι Χάρμος εἰς ἕκαστον τῶν παρατιθεμένων ἔχων τι πρόχειρον, ὡς προείρηται, ἐδόκει τοῖς Μεσσηνίοις πεπαιδευμένος εἶναι ὡς καὶ Καλλιφάνης τοῦ Παραβρύκοντος κληθεὶς ἀρχὰς ποιημάτων πολλῶν καὶ λόγων ἐκγραψάμενος ἀνειλήφει μέχρι τριῶν καὶ τεσσάρων στίχων, πολυμαθείας δόξαν προσποιούμενος. πολλοὶ δὲ καὶ ἄλλοι διὰ στόματος εἶχον τὰς ἐν τῷ Σικελικῷ μυραίνας, τὰς πλωτὰς ἐγχέλεις, τῶν Παχυνικῶν θύννων τὰς ἠτριαίας τοὺς ἐν Μήλῳ ἐρίφους, τοὺς ἐν Σκιάθῳ κεστρέας: καὶ τῶν ἀδόξων δὲ τὰς Πελωρίδας κόγχας τὰς ἐκ Λιπάρας μαινίδας, τὴν Μαντινικὴν γογγυλίδα, τὰς ἐκ Θηβῶν βουνιάδας καὶ τὰ παρ᾽ Ἀσκραίοις τεῦτλα. Κλεάνθης δὲ Ταραντῖνος, ὥς φησι Κλέαρχος, πάντα παρὰ τοὺς πότους ἔμμετρα ἔλεγε, καὶ Πάμφιλος δὲ Σικελός, ὡς ταῦτα: ‘ ἔγχει πιεῖν μοι καὶ τὸ πέρδικος σκέλος.’ ‘ἀμίδα δότω τις πλακοῦντά τις δότω.’ τὸν βίον, φησίν, εὐσταθεῖς, οὐκ ἐγχειρογάστορες. [p. 18]γυργάθους ψηφισμάτων φέροντες,’ Ἀριστοφάνης φησίν. 7. ὅτι Ἀρχέστρατος Συρακούσιος Γελῷος ἐν τῇ ὡς Χρύσιππος ἐπιγράφει Γαστρονομίᾳ, ὡς δὲ Λυγκεὺς καὶ Καλλίμαχος Ἡδυπαθείᾳ, ὡς δὲ Κλέαρχος Δειπνολογίᾳ, ὡς δὲ ἄλλοι Ὅψοποιίᾳἐπικὸν δὲ τὸ ποίημα, οὗ ἀρχὴ

ἱστορίης ἐπίδειγμα ποιούμενος, Ἑλλάδι πάσῃ φησί:

πρὸς δὲ μιᾷ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ.
ἔστωσαν δὲ τρεῖς τέσσαρες οἱ ξυνάπαντες
τῶν πέντε γε μὴ πλείους: ἤδη γὰρ ἂν εἴη μισθοφόρων
ἁρπαξιβίων σκηνὴ στρατιωτῶν.
ἀγνοεῖ δ᾽ ὅτι οἱ ἐν τῷ Πλάτωνος συσσιτίῳ ὀκτὼ καί, εἴκοσι ἦσαν.

οὗτοι δὲ πρὸς τὰ δεῖπνα τῶν ἐν τῇ πόλει ἀφορῶσιν
ἀεὶ καὶ πέτονται δεξιῶς ἐπὶ ταῦτ᾽ ἄκλητοι,
Ἀντιφάνης φησί, καὶ ἐπάγει:

οὓς ἔδει
τὸν δῆμον ἐκ κοινοῦ τρέφειν, ἀεί θ᾽ ὅπερ
Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν,
βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ.
8.

τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
φησὶν Συρακούσιος ποιητής: οὐχ ἅμα μὲν οὖν [p. 20] πάντα παρασκευάζεσθαι δυνατόν, λέγεσθαι δὲ ῥᾴδιον. ὅτι δείπνων ἀναγραφὰς πεποίηνται ἄλλοι τε καὶ Τιμαχίδας Ῥόδιος δι᾽ ἐπῶν ἐν ἕνδεκα βιβλίοις καὶ πλείοσι καὶ Νουμήνιος Ἡρακλεώτης, Διεύχους τοῦ ἰατροῦ μαθητής, καὶ Ματρέας Πιταναῖος παρῳδὸς καὶ Ἡγήμων Θάσιος ἐπικληθεὶς Φακῆ, ὃν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τινὲς ἐντάττουσιν. ὅτι Ἀρτεμίδωρος Ψευδαριστοφάνειος ὀψαρτυτικὰς λέξεις συνήγαγε. τοῦ Φιλοξένου δὲ τοῦ Λευκαδίου Δείπνου Πλάτων κωμῳδιοποιὸς μέμνηται:

α. ἐγὼ δ᾽ ἐνθάδ᾽ ἐν τῇ ἐρημίᾳ
τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον πρὸς
ἐμαυτόν. β. ἐστὶ δ᾽, ἀντιβολῶ σε, τοῦτο τί;
α. Φιλοξένου καινή τις ὀψαρτυσία.
β. ἐπίδειξον αὐτὴν ἥτις ἔστ᾽. α. ἄκουε δή. ‘
ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ᾽ ἐπὶ θύννον.’
β. ἐπὶ θύννον, :
οὐκοῦν τῆς τελευτῆς πολὺ
κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως.
α. βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας ὡς
πλείστους διάτρωγε: τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ. καὶ τάδε μὲν δὴ ταῦτα: θαλάσσης δ᾽ ἐς τέκν᾽ ἄνειμι.
εἶτα μετὰ μικρὸν

οὐδὲ λοπὰς κακόν ἐστιν ἀτὰρ τὸ τάγηνον ἄμεινον, οἶμαι. [p. 22]
καὶ μετ᾽ ὀλίγα:
ὀρφὼν αἰολίαν συνόδοντά τε καρχαρίαν τε μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ, ἀλλ᾽ ὅλον ὀπτήσας παράθες: πολλὸν γὰρ ἄμεινον. πουλύποδος πλεκτὴ δ᾽ , ἂν πιλήσῃς κατὰ καιρόν, ἑφθὴ τῆς ὀπτῆς, ἢν μείζων, πολὺ κρείττων: ἢν ὀπταὶ δὲ δύ᾽ ὦσ᾽, ἑφθῇ κλαίειν ἀγορεύω. τρίγλη δ᾽ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι: παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ. σκορπίος αὖβ. παίσειὲ γέ σου τὸν πρωκτὸν ὑπελθών.
9. ἀπὸ τούτου τοῦ Φιλοξένου καὶ Φιλοξένειοί τινες πλακοῦντες ὠνομάσθησαν. περὶ τούτου Χρύσιππὸς φησινἐγὼ κατέχω τινὰ ὀψοφάγον ἐπὶ τοσοῦτον ἐκπεπτωκότα τοῦ μὴ ἐντρέπεσθαι τοὺς πλησίον ἐπὶ τοῖς γινομένοις, ὥστε φανερῶς ἐν τοῖς βαλανείοις τήν τε χεῖρα συνεθίζειν πρὸς τὰ θερμὰ καθιέντα εἰς ὕδωρ θερμὸν καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ, ὅπως δηλονότι ἐν τοῖς θερμοῖς δυσκίνητος . ἔφασαν γὰρ αὐτὸν καὶ τοὺς ὀψοποιοῦντας ὑποποιεῖσθαι ἵνα θερμότατα παρατιθῶσι καὶ μόνος καταναλίσκῃ αὐτὸς τῶν λοιπῶν συνακολουθεῖν μὴ δυναμένων.’ τὰ δ᾽ αὐτὰ καὶ περὶ τοῦ Κυθηρίου Φιλοξένου ἱστοροῦσι καὶ Ἀρχύτου καὶ ἄλλων πλειόνων, ὧν τις παρὰ Κρωβύλῳ τῷ κωμικῷ φησιν:

α. ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ᾽ ὑπερβολῇ
τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω [p. 24]
καὶ τὸν λάρυγγ᾽ ἥδιστα πυριῶ τεμαχίοις.
β. κάμινος, οὐκ ἄνθρωπος.
Κλέαρχος δέ φησι Φιλόξενον προλουόμενον ἐν τῇ πατρίδι κἀν ἄλλαις πόλεσι περιέρχεσθαι τὰς οἰκίας, ἀκολουθούντων αὐτῷ παίδων καὶ φερόντων ἔλαιον οἶνον γάρον ὄξος καὶ ἄλλα ἡδύσματα: ἔπειτα εἰσιόντα εἰς τὰς ἀλλοτρίας οἰκίας τὰ ἑψόμενα τοῖς ἄλλοις ἀρτύειν, ἐμβάλλοντα ὧν ἐστι χρεία κἆθ᾽ οὕτως εἰς ἑαυτὸν κύψαντα εὐωχεῖσθαι. οὗτος εἰς Ἔφεσον καταπλεύσας εὑρὼν τὴν ὀψοπώλιδα κενὴν ἐπύθετο τὴν αἰτίαν καὶ μαθὼν ὅτι πᾶν εἰς γάμους συνηγόρασται, λουσάμενος παρῆν ἄκλητος ὡς τὸν νυμφίον. καὶ μετὰ τὸ δεῖπνον ᾄσας ὑμέναιον, οὗ ἀρχὴΓάμε θεῶν λαμπρότατε,’ πάντας ἐψυχαγώγησεν: ἦν δὲ διθυραμβοποιός. καὶ νυμφίοςΦιλόξενε,’ εἶπε, ‘καὶ αὔριον ὧδε δειπνήσεις;’ καὶ Φιλόξενοςἂν ὄψον,’ ἔφη, ‘μὴ πωλῇ τις.’ 10. Θεόφιλος δέ φησινοὐχ ὥσπερ Φιλόξενον τὸν Ἐρύξιδος: ἐκεῖνος γάρ ὡς ἔοικεν, ἐπιμεμφόμενος τὴν φύσιν εἰς τὴν ἀπόλαυσιν ηὔξατό ποτε γεράνου τὴν φάρυγγα σχεῖν ἀλλὰ πολὺ μᾶλλον ἵππον ὅλως βοῦν κάμηλον ἐλέφαντα δεῖ σπουδάζειν γενέσθαι. οὕτω γὰρ καὶ αἱ ἐπιθυμίαι καὶ αἱ ἡδοναὶ πολλῷ μείζους καὶ σφοδρότεραι: πρὸς γὰρ τὰς δυνάμεις ποιοῦνται τὰς ἀπολαύσεις.’ Κλέαρχος δὲ Μελάνθιόν φησι τοῦτ᾽ εὔξασθαι [p. 26] λέγων: ‘ Τιθωνοῦ Μελάνθιος ἔοικε βουλεύσασθαι βέλτιον. μὲν γὰρ ἀθανασίας ἐπιθυμήσας ἐν θαλάμῳ κρέμαται πάντων ὑπὸ γήρως ἐστερημένος τῶν ἡδέων: Μελάνθιος δὲ τῶν ἀπολαύσεων ἐρῶν, ηὔξατο τῆς μακραύχενος ὄρνιθος τὸν τράχηλον ἔχειν, ἵν᾽ ὅτι πλεῖστον τοῖς ἡδέσιν ἐνδιατρίβῃ.’ αὐτός φησι Πίθυλλον τὸν Τένθην καλούμενον οὐ περιγλωττίδα μόνον ὑμενίνην φορεῖν, ἀλλὰ καὶ προσελυτροῦν τὴν γλῶσσαν πρὸς τὰς ἀπολαύσεις. καὶ τέλος ἰχθύαν τρίβων ἀπεκάθαιρεν αὐτήν: μόνος δ᾽ οὗτος τῶν ἀπολαυστικῶν καὶ δακτυλήθρας ἔχων ἐσθίειν λέγεται τὸ ὄψον, ἵν᾽ ὡς θερμότατον τρισάθλιος ἀναδιδῷ τῇ γλώττῃ. ἄλλοι δὲ φίλιχθυν τὸν Φιλόξενόν φασιν Ἀριστοτέλης δὲ φιλόδειπνον ἁπλῶς, ὃς καὶ γράφει που ταῦτα:: ‘δημηγοροῦντες ἐν τοῖς ὄχλοις κατατρίβουσιν ὅλην τὴν ἡμέραν ἐν τοῖς θαύμασι, καὶ πρὸς τοὺς ἐκ τοῦ Φάσιδος Βορυσθένους καταπλέοντας, ἀνεγνωκότες οὐδὲν πλὴν εἰ τὸ Φιλοξένου Δεῖπνον οὐχ ὅλον.’ 11. Φαινίας δέ φησιν ὅτι Φιλόξενος Κυθήριος ποιητής, περιπαθὴς ὢν τοῖς ὄψοις, δειπνῶν ποτε παρὰ Διονυσίῳ ὡς εἶδεν ἐκείνῳ μὲν μεγάλην τρῖγλαν παρατεθεῖσαν, ἑαυτῷ δὲ μικράν, ἀναλαβών αὐτὴν εἰς τὰς χεῖρας πρὸς τὸ οὖς προσήνεγκε. πυθομένου δὲ τοῦ Διονυσίου τίνος ἕνεκεν τοῦτο [p. 28] ποιεῖ, εἶπεν Φιλόξενος ὅτι γράφων τὴν Γαλάτειαν βούλοιτὸ τινα παρ᾽ ἐκείνης τῶν κατὰ Νηρέα πυθέσθαι:: τὴν δὲ ἠρωτημένην ἀποκεκρίσθαι διότι νεωτέρα ἁλοίη: διὸ μὴ παρακολουθεῖν: τὴν δὲ τῷ Διονυσίῳ παρατεθεῖσαν πρεσβυτέραν οὖσαν εἰδέναι πάντα σαφῶς βούλεται μαθεῖν. τὸν οὖν Διονύσιον γελάσαντα ἀποστεῖλαι αὐτῷ τὴν τρῖγλαν τὴν παρακειμένην αὐτῷ. συνεμέθυε δὲ τῷ Φιλοξένῳ ἡδέως Διονύσιος. ἐπεὶ δὲ τὴν ἐρωμένην Γαλάτειαν ἐφωράθη διαφθείρων, εἰς τὰς λατομίας ἐνεβλήθη: ἐν αἷς ποιῶν τὸν Κύκλωπα συνέθηκε τὸν μῦθον εἰς τὸ περὶ αὑτὸν γενόμενον πάθος, τὸν μὲν Διονύσιον Κύκλωπα ὑποστησάμενος, τὴν δ᾽ αὐλητρίδα Γαλάτειαν, ἑαυτὸν δ᾽ Ὀδυσσέα. 12. ἐγένετο δὲ κατὰ τοὺς Τιβερίου χρόνους ἀνήρ τις Ἀπίκιος, πλουσιώτατος τρυφητής, ἀφ᾽ οὗ πλακούντων γένη πολλὰ Ἀπίκια ὀνομάζεται. οὗτος ἱκανὰς μυριάδας καταναλώσας εἰς τὴν γαστέρα ἐν Μιντούρναιςπόλις δὲ Καμπανίαςδιέτριβε τὰ πλεῖστα καρίδας ἐσθίων πολυτελεῖς, αἳ γίνονται αὐτόθι ὑπέρ γε τὰς ἐν Σμύρνῃ μεγίστας καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ ἀστακούς. ἀκούσας οὖν καὶ κατὰ Λιβύην γίνεσθαι ὑπερμεγέθεις ἐξέπλευσεν οὐδ᾽ ἀναμείνας μίαν ἡμέραν καὶ πολλὰ κακοπαθήσας κατὰ τὸν πλοῦν ὡς πλησίον ἧκε τῶν τόπων πρὶν ἐξορμῆσαι τῆς νεὼς πολλὴ δ᾽ ἐγεγόνει παρὰ Λίβυσι φήμη τῆς ἀφίξεως αὐτοῦ, προσπλεύσαντες ἁλιεῖς προσήνεγκαν αὐτῷ τὰς καλλίστας καρίδας. δ᾽ ἰδὼν ἐπύθετο εἰ μείζους ἔχουσιν: εἰπόντων δὲ [p. 30] μὴ γίνεσθαι ὧν ἤνεγκαν, ὑπομνησθεὶς τῶν ἐν Μιντούρναις ἐκέλευσε τῷ κυβερνήτῃ τὴν αὐτὴν ὁδὸν ἐπὶ Ἰταλίαν ἀναπλεῖν μηδὲ προσπελάσαντι τῇ γῇ. Ἀριστόξενος δ᾽ Κυρηναῖος φιλόσοφος, ὄντως μετελθὼν τὴν πάτριον φιλοσοφίαν, ἀφ᾽ οὗ καὶ κωλήν τις καλεῖται Ἀριστόξενος ἰδίως σκευαζόμενος, ὑπὸ τῆς ἀνυπερβλήτου τρυφῆς καὶ τὰς ἐν τῷ κήπῳ γινομένας θριδακίνας οἰνομέλιτι ἐπότιζεν ἑσπέρας, καὶ ὑπὸ τὴν ἕω λαμβάνων, χλωροὺς ἔχειν ἔλεγε πλακοῦντας ὑπὸ τῆς γῆς ἀναπεμπομένους αὐτῷ. Τραιανῷ δὲ τῷ αὐτοκράτορι ἐν Παρθίᾳ ὄντι καὶ τῆς θαλάσσης ἀπέχοντι ἡμερῶν παμπόλλων ὁδόν, Ἀπίκιος ὄστρεα νεαρὰ διεπέμψατο ὑπὸ σοφίας αὐτοῦ τεθησαυρισμένα: καὶ οὐχ ὡς Νικομήδει τῷ Βιθυνῶν βασιλεῖ ἐπιθυμήσαντι ἀφύης μακρὰν δὲ καὶ οὗτος ἦν τῆς θαλάσσης μάγειρός τις μιμησάμενος τὸ ἰχθύδιον παρέθηκεν ὡς ἀφύας. γοῦν παρ᾽ Εὔφρονι τῷ κωμικῷ μάγειρὸς φησιν:

α. ἐγὼ μαθητὴς ἐγενόμην Σωτηρίδου
ὃς ἀπὸ θαλάσσης Νικομήδει δώδεκα
ὁδὸν ἀπέχοντι πρῶτος ἡμερῶν ποτε
ἀφύης ἐπιθυμήσαντι χειμῶνος μέσου;
παρέθηκε νὴ Δί᾽, ὥστε πάντας ἀνακραγεῖν
β. πῶς δὲ δυνατὸν τοῦτ᾽ ἐστι, : α. θήλειαν λαβών
γογγυλίδα ταύτην ἔτεμε λεπτὰ καὶ μακρά,
τὴν ὄψιν αὐτῆς τῆς ἀφύης μιμούμενος
ἀποζέσας, ἔλαιον ἐπιχέας, ἅλας [p. 32]
δοὺς μουσικῶς, μήκωνος ἐπιπάσας ἄνω ακόκκους
μελαίνης τετταράκοντα τὸν ἀριθμόν,
περὶ τὴν Σκυθίαν ἔπαυσε τὴν ἐπιθυμίαν.
καὶ Νικομήδης γογγυλίδα μασώμενος
ἀφύης τότ᾽ ἔλεγε τοῖς φίλοις ἐγκώμιον. οὐδὲν μάγειρος τοῦ ποιητοῦ διαφέρει::
νοῦς γάρ ἐστιν ἐκατέρῳ τούτων τέχνη.
14. ὅτι περὶ Περικλέους φησὶν Ἀρχίλοχος Πάριος, ποιητὴς ὡς ἀκλήτου ἐπεισπαίοντος εἰς τὰ συμπόσια Μυκονίων δίκην. δοκοῦσι δ᾽ οἱ Μυκόνιοι διὰ τὸ πένεσθαι καὶ λυπρὰν νῆσον οἰκεῖν ἐπὶ γλισχρότητι καὶ πλεονεξίᾳ διαβάλλεσθαι: τὸν γοῦν γλίσχρον Ἰσχόμαχον Κρατῖνος Μυκόνιον καλεῖ:

πῶς ἂν σύγ᾽ Ἰσχομάχου γεγονὼς τοῦ Μυκονίου φιλόδωρος
ἂν εἴης, :
ἀγαθὸς πρὸς ἀγαθοὺς ἄνδρας ἑστιασόμενος ἧκον: κοινὰ γάρ τὰ τῶν φίλων. ...

πολλὸν δὲ πίνων καὶ χαλίκρητον μέθυ,
οὔτε τῖμον εἰσενέγκας οὔτε ... ,
οὐδὲ μὲν κληθεὶς ... ἦλθες, οἷα δὴ φίλος:
ἀλλὰ σ᾽ γαστὴρ νόον τε καὶ φρένας παρήγαγεν
εἰς ἀναιδείην,
Ἀρχίλοχος φησίν.

Εὔβουλος κωμικὸς φησί που:
εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο
ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης.
ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι, [p. 34]
μεγάλους.. .. μᾶλλον δὲ τρεῖς.
ὅν φασί ποτε κληθέντ᾽ ἐπὶ δεῖπνον πρὸς τινος,
εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκ᾽ ἂν εἴκοσι
ποδῶν μετροῦντι τὸ στοιχεῖον ,
ἥκειν, ἕωθεν αὐτὸν εὐθὺς ἡλίου
μετρεῖν ἀνέχοντος μακροτέρας δ᾽ οὔσης ἔτι πλεῖν
δυοῖν ποδοῖν παρεῖναι τῆς σκιᾶς:
ἔπειτα φάναι μικρὸν ὀψιαίτερον δἰ
ἀσχολίαν ἥκειν, παρόνθ᾽ ἅμ᾽ ἡμέρᾳ.
ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ,
τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν,
Ἄμφις φησὶν κωμικός. Χρύσιππος δὲ φησιν: ἀσύμβολον

κώθωνα μὴ παραλίμπανε.
κώθων δ᾽ οὐ παραλειπτὸς ἀσύμβολος, ἀλλὰ διωκτός.
Ἀντιφάνης δέ φησι

βίος θεῶν γάρ ἐστιν, ὅταν ἔχῃς ποθὲν τἀλλότρια
δειπνεῖν, μὴ προσέχων λογίσμασι. καὶ πάλιν:

μακάριος βίος: δεῖ μ᾽ ἀεὶ καινὸν πόρον εὑρεῖν
ὅπως μάσημα ταῖς γνάθοις ἔχω.
ταῦτα οἴκοθεν ἔχων εἰς τὸ συμπόσιον ἦλθον καὶ προμελετήσας, ἵνα κἀγὼ τὸ στεγανόμιον κομίζων παραγένωμαι. ἄκαπνα γὰρ αἰὲν ἀοιδοὶ θύομεν.
ὅτι τὸ μονοφαγεῖν ἐστιν ἐν χρήσει τοῖς παλαιοῖς. [p. 36]
Ἀντιφάνης: ..

μονοφαγεῖς, ἤδη τι καὶ βλάπτεις ἐμέ.
Ἀμειψίας:

ἔρρ᾽ ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε.
περὶ τοῦ τῶν ἡρώων καθ᾽ Ὅμηρον βίου 15. ὅτι Ὅμηρος ὁρῶν τὴν σωφροσύνην οἰκειοτάτην ἀρετὴν οὖσαν τοῖς νέοις καὶ πρώτην, ἔτι δὲ ἁρμόττουσαν καὶ πάντων τῶν καλῶν χορηγὸν οὖσαν, βουλόμενος ἐμφῦσαι πάλιν αὐτὴν ἀπ᾽ ἀρχῆς καὶ ἐφεξῆς ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλον ἐν τοῖς καλοῖς ἔργοις ἀναλίσκωσι καὶ ὦσιν εὐεργετικοὶ καὶ κοινωνικοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶ τὰς ἡδονὰς ἰσχυροτάτας γίνεσθαι καὶ πρώτας ἔτι τε καὶ ἐμφύτους τὰς περὶ ἐδωδὴν καὶ πόσιν, τοὺς δὲ διαμεμενηκότας ἐν εὐτελείᾳ εὐτάκτους καὶ περὶ τὸν ἄλλον βίον γίνεσθαι ἐγκρατεῖς. ἁπλῆν οὖν ἀποδέδωκε τὴν δίαιταν πᾶσι καὶ τὴν αὐτὴν ὁμοίως βασιλεῦσιν ἰδιώταις, νέοις πρεσβύταις, λέγων:

παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν,
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα.
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας,
καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπὶ τὸ πολὺ βοείων: παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτ᾽ ἐν γάμοις οὔτ᾽ ἐν [p. 38] ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν, καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους: καὶ οὐ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλ᾽ ἀφ᾽ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. Αἴαντα οὖν μετὰ τὴν μονομαχίαν νώτοισι βοῶν γέραιρεν Ἀγαμέμνων: καὶ Νέστορι δ᾽ ἤδη ὄντι γηραιῷ καὶ Φοίνικι δὲ κρέας ὀπτὸν δίδωσι ἀφιστῶν ἡμᾶς τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ Ἀλκίνους δὲ τὸν τρυφερὸν ᾑρημένος βίον τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας. καὶ Μενέλαος δὲ τοὺς τῶν παίδων γάμους ποιούμενος καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου

νῶτα βοὸς παρέθηκεν
ὄπτ᾽ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν
αὐτῷ.
καὶ Νέστωρ δὲ βόας θύει Ποσειδῶνι παρὰ θαλάσσῃ διὰ τῶν φιλτάτων καὶ οἰκειοτάτων τέκνων, βασιλεὺς ὢν καὶ πολλοὺς ἔχων ὑπηκόους, τάδε παρακελευόμενος::

ἀλλ᾽ ἄγ᾽, μὲν πεδίονδ᾽ ἐπὶ βοῦν ἴτω
καὶ τὰ ἑξῆς: ὁσιωτέρα γὰρ αὕτη θυσία θεοῖς καὶ προσφιλεστέρα διὰ τῶν οἰκείων καὶ εὐνουστάτων ἀνδρῶν. καὶ τοὺς μνηστῆρας δὲ [p. 40] ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους οὔτε ἰχθῦς ἐσθίοντας ποιεῖ οὔτε ὄρνιθας οὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει. τὰς μαγειρικὰς μαγγανείας, καὶ τά, ὡς Μένανδρός φησιν, ὑποβινητιῶντα βρώματα καὶ τὸ παρὰ πολλοῖς λασταυροκάκαβον καλούμενον βρῶμα, ὥς φησι Χρύσιππος ἐν τῷ περὶ καλοῦ καὶ ἡδονῆς, οὗ κατασκευὴ περιεργοτέρα. 16. Πρίαμος δὲ παρὰ τῷ ποιητῇ καὶ ὀνειδίζει τοῖς υἱοῖς ἀναλίσκουσι τὰ μὴ νενομισμένα:

ἀρνῶν ἠδ᾽ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
Φιλόχορος δὲ ἱστορεῖ καὶ κεκωλῦσθαι Ἀθήνησιν ἀπέκτου ἀρνὸς μηδένα γεύεσθαι, ἐπιλιπούσης ποτὲ τῆς τῶν ζῴων τούτων γενέσεως. Ἑλλήσποντον δὲ Ὅμηρος ἰχθυόεντα προσαγορεύων καὶ τοὺς Φαίακας πλωτικωτάτους ποιῶν καὶ ἐν τῇ Ἰθάκῃ εἰδὼς λιμένας πλείους καὶ νήσους προσεχεῖς πολλάς, ἐν αἷς ἰχθύων ἐγίνετο πλῆθος καὶ ἀγρίων ὀρνίθων, καὶ εἰς εὐδαιμονίαν δὲ καταριθμῶν τὸ τὴν θάλασσαν ἰχθῦς παρέχειν, ὅμως τούτων οὐδὲν οὐδένα ποιεῖ προσφερόμενον καὶ μὴν οὐδ᾽ ὀπώραν παρατίθησί τινι καίπερ οὖσαν πολλὴν καὶ ἥδιστα ταύτης μνημονεύων καὶ πάντα χρόνον παρασκευάζων ἀθάνατον: ὄγχνη γάρ, φησίν, ἐπ᾽ ὄγχνῃ καὶ τὰ ἑξῆς. ἀλλὰ μὴν οὐδὲ στεφανουμένους οὐδὲ μυρουμένους ποιεῖ ὥσπερ οὐδὲ θυμιῶντας, ἀλλὰ πάντων τούτων [p. 42] ἀπολυομένους τοὺς ἀνθρώπους εἰς ἐλευθερίαν καὶ αὐτάρκειαν ἐξαιρεῖται τοὺς πρώτους. καὶ θεοῖς δὲ ἁπλῆν ἀποδίδωσι δίαιταν νέκταρ καὶ ἀμβροσίαν. καὶ τοὺς ἀνθρώπους δὲ ποιεῖ τιμῶντας αὐτοὺς ἀπὸ τῆς διαίτης, ἀφελὼν λιβανωτὸν καὶ σμύρναν καὶ στεφάνους καὶ τὴν περὶ ταῦτα τρυφήν. καὶ τῆς ἁπλῆς δὲ ταύτης διαίτης οὐκ ἀπλήστως ἀπολαύοντας παρίστησιν, ἀλλ᾽ ὡς οἱ κράτιστοι τῶν ἰατρῶν ἀφαιρεῖ τὰς πλησμονάς,

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο:
καὶ τὴν ἐπιθυμίαν πληρώσαντες καὶ ἐξώρμων ἐπὶ;μελέτην ἀθλητικὴν δίσκοισι τερπόμενοι καὶ αἰγανέαις τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες: οἱ δὲ κιθαρῳδῶν ἠκροῶντο τὰς ἡρωικὰς πράξεις ἐν μέλει καὶ ῥυθμῷ ποιούντων. 17. διὸ οὐδὲν θαυμαστὸν τοὺς οὕτω τεθραμμένους ἀφλεγμάντους εἶναι τὰ σώματα καὶ τὰς ψυχάς. ἐνδεικνύμενος οὖν καὶ τὴν εὐταξίαν ὡς ὑγιεινὸν ἐστι καὶ εὔχρηστον καὶ κοινὸν τὸν σοφώτατον Νέστορα πεποίηκε Μαχάονι τῷ ἰατρῷ τετρωμένῳ τὸν δεξιὸν ὦμον προσφέροντα οἶνον, ταῖς φλεγμοναῖς ἐναντιώτατον ὄντα, καὶ τοῦτον Πράμνειον, ὃν ἴδμεν παχὺν καὶ πολύτροφον οὐ διψήσεως ἄκος, ἀλλ᾽ ἐμφορήσεως ἕνεκα:: πεπωκότι γοῦν παρακελεύεται συνεχῶς τοῦτο ποιεῖν: ‘σὺ μέν, φησί, πῖνε καθήμενος̣̓, καὶ ἐπιξύοντα τυρὸν αἴγειον, ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον, ἵνα πλεῖον πίνῃ, καίτοι ἀλλαχοῦ λέγων τὸν οἶνον ἐκλύειν τὴν ἰσχὺν καὶ ἀπογυιοῦν. περὶ δὲ [p. 44] τοῦ Ἕκτορος Ἑκάβη οἰομένη μενεῖν αὐτὸν τὸ καταλειπόμενον τῆς ἡμέρας παρακαλεῖ πιεῖν σπείσαντα, προτρεπομένη εἰς θυμηδίαν δ᾽ ὑπερτίθεται πρὸς πρᾶξιν ἐξιών. καὶ μὲν ἀπερισπάστως ἐπαινεῖ τὸν οἶνον, δὲ μετὰ ἄσθματος ἥκων ἀπωθεῖται: καὶ μὲν ἀξιοῖ σπείσαντα πιεῖν, δὲ καθῃμαγμένος ἀσεβὲς ἡγεῖται. οἶδε δὲ Ὅμηρος καὶ τὸ ὠφέλιμον καὶ τὸ σύμμετρον τοῦ οἴνου ἐν οἷς τὸν χανδὸν ἕλκοντα αὐτὸν βλάπτεσθαί φησί καὶ κράσεων δὲ γένη διάφορα ἐπίσταται: οὐκ ἂν γὰρ Ἀχιλλεὺς τὸ ζωρότερον κεραίρειν διέστειλε, μὴ οὔσης τινὸς καθημερινῆς κράσεως. ἴσως οὖν οὐκ ἐγίνωσκεν αὐτὸν εὐδιαφόρητον ἄνευ στερεμνίου σιτίου μίγματος, τοῖς ἰατροῖς διὰ τὴν τέχνην ἐστὶ δῆλον τοῖς γοῦν καρδιακοῖς μετὰ οἴνου σιτῶδες ἀναμίσγουσί τι πρὸς κατοχὴν τῆς δυνάμεως. ἀλλ᾽ ἐκεῖνος τῷ μὲν Μαχάονι μετ᾽ ἀλφίτου καὶ τυροῦ δέδωκε τὸν οἶνον, τὸν δ᾽ Ὀδυσσέα ποιεῖ συνάπτοντα τὴν ἀπὸ τῶν σιτίων καὶ οἴνου ὠφέλειαν

ὃς δὲ κ᾽ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς.
τῷ δὲ κωθωνιζομένῳ δίδωσι τὸν ἡδύποτον, οὕτω καλέσας αὐτόν:

ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο.
18. ποιεῖ δὲ Ὅμηρος καὶ τὰς κόρας καὶ τὰς γυναῖκας λουούσας τοὺς ξένους, ὡς οὔτε φλεγμονὴν οὔτε ἀκρασίαν τῶν εὖ βεβιωκότων καὶ σωφρόνως [p. 46] ἁπτομένας. ἀρχαῖον δὲ τοῦτο ἔθος: λούουσι γοῦν καὶ αἱ Κωκάλου θυγατέρες, ὡς νενομισμένον, τὸν Μίνω παραγενόμενον εἰς Σικελίαν. τῆς μέθης δὲ κατατρέχων ποιητὴς τὸν τηλικοῦτον Κύκλωπα ὑπὸ μικροῦ σώματος διὰ ταύτην ἀπολλύμενον παρίστησι καὶ Εὐρυτίωνα τὸν Κένταυρον τούς τε παρὰ Κίρκῃ λέοντας ποιεῖ καὶ λύκους ταῖς ἡδοναῖς ἐπακολουθήσαντας. τὸν δὲ Ὀδυσσέα σῴζει τῷ Ἑρμοῦ λόγῳ πεισθέντα: διὸ καὶ ἀπαθὴς γίνεται. Ἐλπήνορα δὲ πάροινον ὄντα καὶ τρυφερὸν κατακρημνίζει . καὶ Ἀντίνοος δ᾽ λέγων πρὸς Ὀδυσσέαοἶνός σε τρώει μελιηδήςαὐτὸς οὐκ ἀπείχετο τοῦ πώματος: διὸ καὶ τρωθεὶς ἀπώλετο, ἔτι κρατῶν τὸ ποτήριον. ποιεῖ δὲ καὶ τοὺς Ἕλληνας ἐν τῷ ἀπόπλῳ μεθύοντας, διὸ καὶ στασιάζοντας ὅθεν καὶ ἀπόλλυνται. ἱστορεῖ δὲ καὶ τὸν δεινότατον Αἰνείαν τῶν Τρώων ἐν τῷ βουλεύεσθαι διὰ τὴν ἐν τῇ μέθῃ παρρησίαν καὶ τὰς ἀπειλὰς ἃς Τρωσὶν ὑπέσχετο οἰνοποτάζων ὑπομείναντα τὴν Ἀχιλλέως ὁρμὴν καὶ μικροῦ παραπολλύμενον. καὶ Ἀγαμέμνων δὲ λέγει που περὶ αὑτοῦ:

ἀλλ᾽ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας
οἴνῳ μεθύων, μ᾽ ἔβλαψαν θεοὶ αὐτοί,
εἰς τὴν αὐτὴν τιθεὶς πλάστιγγα τὴν μέθην τῇ μανίᾳ. οὕτω δὲ καὶ τὰ ἔπη ταῦτα προηνέγκατο Διοσκουρίδης Ἰσοκράτους μαθητής.᾿ καὶ [p. 48] Ἀχιλλεὺς δ᾽ ὀνειδίζων τῷ Ἀγαμέμνονί φησιν: ‘οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων.’ Ταῦτ᾽ εἶπε τὸ Θετταλὸν σόφισμα ἤτοι ἐκ Θετταλίας σοφιστής: παίζει δ᾽ ἴσως πρὸς τὴν παροιμίαν Ἀθήναιος. 19. ὅτι τροφαῖς ἐχρῶντο οἱ ἥρωες παρ᾽ Ὁμήρῳ πρῶτον μὲν τῷ καλουμένῳ ἀκρατίσματι λέγει ἄριστον: οὗ ἅπαξ μέμνηται ἐν Ὀδυσσείᾳ: ‘Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντ᾽ ἄριστον κειαμένω πῦρ,’ καὶ ἅπαξ ἐν Ἰλιάδι:

ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ᾽ ἄριστον.
λέγει δὲ τὸ πρωινὸν ἔμβρωμα, ἡμεῖς ἀκρατισμὸν καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι ψωμούς, ὡς Ἀντιφάνης:

ἄριστον ἐν ὅσῳ ... μάγειρος ποιεῖ, εἶτ᾽ ἐπάγει:

συνακρατίσασθαι πῶς ἔχεις μετ᾽ ἐμοῦ; καὶ Κάνθαρος:

α. οὐκοῦν ἀκρατισώμεθ᾽ αὐτοῦ. β. μηδαμῶς:
Ἰσθμοῖ γὰρ ἀριστήσομεν.
Ἀριστομένης:

ἀκρατιοῦμαι μικρόν, εἶθ᾽ ἥξω πάλιν
ἄρτου δὶς τρὶς ἀποδακών.
Φιλήμων δέ φησιν ὅτι τροφαῖς δ᾽ ἐχρῶντο οἱ παλαιοί, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ. τὸν μὲν οὖν ἀκρατισμὸν διανηστισμὸν ἔλεγον, τὸ δ᾽ ἄριστον δεῖπνον τὸ δ᾽ ἑσπέρισμα δορπηστόν, [p. 50] τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἐστὶ δ᾽ τάξις καὶ παρ᾽ Αἰσχύλῳ τῶν ὀνομάτων ἐν οἷς Παλαμήδης πεποίηται λέγων

καὶ ταξιάρχας χἀκατοντάρχας στρατῷ ἔταξα. σῖτον δ᾽ εἰδέναι διώρισα
ἄριστα, δεῖπνα, δόρπα δ᾽ αἱρεῖσθαι τρίτα.
τῆς δὲ τετάρτης τροφῆς οὕτως Ὅμηρος μέμνηταισὺ δ᾽ ἔρχεο δειελιήσας,’ καλοῦσί τινες δειλινόν, ἐστι μεταξὺ τοῦ ὑφ᾽ ἡμῶν λεγομένου ἀρίστου καὶ δείπνου. καὶ ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινὸν ἡμεῖς ἄριστον, δόρπον δὲ τὸ ἑσπερινόν. μήποτε δὲ καὶ συνωνυμεῖ τὸ ἄριστον τῷ δείπνῳ. ἐπὶ γὰρ τῆς πρωινῆς που τροφῆς ἔφη: ‘οἱ δ᾽ ἄρα δεῖπνον ἕλοντο, ἀπὸ δ᾽ αὐτοῦ θωρήσσοντο.’ μετὰ γὰρ τὴν ἀνατολὴν εὐθὺς δειπνοποιησάμενοι προέρχονται εἰς τὴν μάχην.

20. εὐωχοῦνται δὲ παρ᾽ Ὁμήρῳ καθήμενοι. οἴονται δέ τινες καὶ ἑκάστῳ τῶν δαιτυμόνων κατ᾽ ἄνδρα παρακεῖσθαι τράπεζαν. τῷ γοῦν Μέντῃ, φασίν, ἀφικομένῳ πρὸς Τηλέμαχον τῶν τραπεζῶν παρακειμένων ξεστὴ παρετέθη τράπεζα. οὔκ ἐστι δὲ τοῦτο ἐμφανῶς τοῦ προκειμένου κατασκευαστικὸν δύναται γὰρ Ἀθηνᾶ ἀπὸ τῆς Τηλεμάχου τραπέζης δαίνυσθαι. παρ᾽ ὅλην δὲ τὴν συνουσίαν παρέκειντο αἱ τράπεζαι πλήρεις, ὡς παρὰ πολλοῖς τῶν βαρβάρων ἔτι καὶ νῦν ἔθος ἐστί, κατηρεφέες [p. 52] παντοίων ἀγαθῶν, κατὰ Ἀνακρέοντα. μετὰ δὲ τὴν ἀναχώρησιν αἱ δμωαὶ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον καὶ τράπεζαν καὶ δέπα. ἰδιάζον δὲ τὸ παρὰ Μενελάῳ εἰσάγει συμπόσιον. δειπνήσαντας γὰρ ποιεῖ ὁμιλοῦντας: εἶτ᾽ ἀπονιψαμένους ποιεῖ πάλιν δειπνοῦντας καὶ δόρπου ἐξαῦτις μεμνημένους μετὰ τὸν κλαυθμόν. τῷ δὲ μὴ αἴρεσθαι τὰς τραπέζας ἐναντιοῦσθαι δοκεῖ τὸ ἐν Ἰλιάδι:


ἔσθων καὶ πίνων, ἔτι καὶ παρέκειτο τράπεζα.
ἀναγνωστέον οὖν οὕτω:

ἔσθων καὶ πίνων ἔτι, καὶ παρέκειτο τράπεζα,
τὸν καιρὸν αἰτιᾶσθαι τὸν παρόντα δεῖ. πῶς γὰρ ἦν πρέπον τῷ Ἀχιλλεῖ πενθοῦντι παρακεῖσθαι τράπεζαν καθάπερ τοῖς εὐωχουμένοις παρ᾽ ὅλην τὴν συνουσίαν, : παρετίθεντο δὲ οἱ μὲν ἄρτοι σὺν τοῖς κανοῖς, τὰ δὲ δεῖπνα κρέα μόνον ἦν ὀπτά. ζωμὸν δὲ οὐκ ἐποίει Ὅμηρος θύων βοῦς,

οὐδ᾽ ἦψεν κρέα
οὐδ᾽ ἐγκέφαλον: ὤπτα δὲ καὶ τὰς κοιλίας.
οὕτω σφόδρ᾽ ἦν ἀρχαῖος
Ἀντιφάνης φησί. 21. καὶ τῶν κρεῶν δὲ μοῖραι ἐνέμοντο: ὅθεν ἐίσας φησὶ τὰς δαῖτας ἀπὸ τῆς ἰσότητος. τὰ γὰρ δεῖπνα δαῖτας ἔλεγον ἀπὸ τοῦ δατεῖσθαι, οὐ μόνον τῶν κρεῶν διανεμομένων ἀλλὰ καὶ τοῦ οἴνου:

ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης. [p. 54]
καί:

χαῖρ᾽ , Ἀχιλεῦ, δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς.
ἐκ τούτων δ᾽ ἐπείσθη Ζηνόδοτος δαῖτα ἐίσην τὴν ἀγαθὴν λέγεσθαι. ἐπεὶ γὰρ τροφὴ τῷ ἀνθρώπῳ ἀγαθὸν ἀναγκαῖον ἦν, ἐπεκτείνας, φησίν, εἴρηκεν ἐίσην: ἐπεὶ οἱ πρῶτοι ἄνθρωποι, οἷς δὴ οὐ παρῆν ἄφθονος τροφή ἄρτι φαινομένης ἀθρόον ἐπ᾽ αὐτὴν ἰόντες βίᾳ ἥρπαζον καὶ ἀφῃροῦντο τοὺς ἔχοντας, καὶ μετὰ τῆς ἀκοσμίας ἐγίνοντο καὶ φόνοι. ἐξ ὧν εἰκὸς λεχθῆναι καὶ τὴν ἀτασθαλίαν, ὅτι ἐν ταῖς θαλίαις τὰ πρῶτα ἐξημάρτανον οἱ ἄνθρωποι εἰς ἀλλήλους. ὡς δὲ παρεγένετο αὐτοῖς πολλὴ ἐκ τῆς Δήμητρος διένεμον ἑκάστῳ ἴσην, καὶ οὕτως εἰς κόσμον ἦλθε τοῖς ἀνθρώποις τὰ δόρπα. διὸ ἄρτου τε ἐπίνοια πέμματός τε εἰς ἴσον διαμεμοιραμένου καὶ τοῖς διαπίνουσιν ἄλεισα καὶ γὰρ ταῦτα εἰς τὸ ἴσον χωρούντων ἐγίνετο. ὥστε τροφὴ δαὶς ἐπὶ τῷ δαίεσθαι λέγεται ἐστι διαμοιρᾶσθαι ἐπ᾽ ἴσης: καὶ τὰ κρέα ὀπτῶν δαιτρός, ἐπεὶ ἴσην ἑκάστῳ μοῖραν ἐδίδου. καὶ ἐπὶ μόνων ἀνθρώπων δαῖτα λέγει ποιητής, ἐπὶ δὲ θηρίων οὐκ ἔτι. ἀγνοῶν δὲ ταύτης τῆς φωνῆς τὴν δύναμιν Ζηνόδοτος ἐν τῇ κατ᾽ αὐτὸν ἐκδόσει γράφει:

αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί
τε δαῖτα, [p. 56]
τὴν τῶν γυπῶν καὶ τῶν ἄλλων οἰωνῶν τροφὴν οὕτω καλῶν, μόνου ἀνθρώπου χωροῦντος εἰς τὸ ἴσον ἐκ τῆς πρόσθεν βίας. διὸ καὶ μόνου τούτου τροφὴ δαίς: καὶ μοῖρα τὸ ἑκάστῳ διδόμενον. οὐκ ἔφερον δὲ οἴκαδε παρ᾽ Ὁμήρῳ οἱ δαιτυμόνες τὰ λειπόμενα, ἀλλὰ κορεσθέντες κατέλιπον παρ᾽ οἷς ἦν δαὶς καὶ ταμία λαβοῦσα εἶχεν, ἵνα ἄν τις ἀφίκηται ξένος, ἔχοι δοῦναι αὐτῷ. 22. καὶ ἰχθύσι δὲ Ὅμηρος ποιεῖ χρωμένους τοὺς τότε καὶ ὄρνισι. κατὰ γοῦν τὴν Θρινακίαν οἱ Ὀδυσσέως ἑταῖροι θηρεύουσιν

ἰχθῦς ὄρνιθάς τε φίλας θ᾽ τι χεῖρας ἵκοιτο γναμπτοῖς
ἀγκίστροισιν.
οὐ γὰρ ἐν τῇ Θρινακίᾳ ἐκεχάλκευτο τὰ ἄγκιστρα, ἀλλ᾽ ἐπεφέροντο ἐν τῷ πλῷ δηλονότι: ὥστε ἦν αὐτοῖς θήρας ἰχθύων ἐπιμέλεια καὶ τέχνη. εἰκάζει δὲ καὶ τοὺς ὑπὸ Σκύλλης ἁρπαζομένους Ὀδυσσέως ἑταίρους ἰχθύσι προμήκει ῥάβδῳ ἁλισκομένοις καὶ θύραζε ῥιπτομένοις. οὕτω καὶ ταύτην τὴν τέχνην ἀκριβοῖ μᾶλλον τῶν τοιαῦτα προηγουμένως ἐκδεδωκότων ποιήματα συγγράμματα, Καίκαλον λέγω τὸν Ἀργεῖον καὶ Νουμήνιον τὸν Ἡρακλεώτην, Παγκράτην τὸν Ἀρκάδα, Ποσειδώνιον τὸν Κορίνθιον καὶ τὸν ὀλίγῳ πρὸ ἡμῶν γενόμενον Ὀππιανὸν τὸν Κίλικα: τοσούτοις γάρ ἐνετύχομεν ἐποποιοῖς Ἁλιευτικὰ γεγραφόσι, καταλογάδην δὲ τοῖς Σελεύκου τοῦ Ταρσέως καὶ Λεωνίδου τοῦ [p. 58] Βυζαντίου καὶ Ἀγαθοκλέους τοῦ Ἀτρακίου. οὐ μνημονεύει δὲ τοιαύτης ἐδωδῆς ἐπὶ τῶν δείπνων, ὡς οὐκ οἰκείας νομιζομένης τῆς τροφῆς τοῖς ἐν ἀξιώμασιν ἥρωσι κειμένοις, ὡς οὐδὲ τῆς τῶν νεογνῶν ἱερείων. οὐ μόνον δὲ ἰχθύσιν ἀλλὰ καὶ ὀστρείοις ἐχρῶντο, καίτοι τῆς τούτων ἐδωδῆς οὐ πολὺ ἐχούσης τὸ ὠφέλιμον καὶ ἡδύ, ἀλλὰ κἀν τῷ βυθῷ κατὰ βάθος κειμένων: καὶ οὐκ ἔστιν εἰς ταῦτα ἄλλῃ τινὶ τέχνῃ χρήσασθαι δύντα κατὰ βυθοῦ. μάλ᾽ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ, ὃν καὶ λέγει πολλοὺς ἂν κορέσαι τήθεα διφῶντα. 23. ἑκάστῳ δὲ τῶν δαιτυμόνων παρ᾽ Ὁμήρῳ παράκειται ποτήριον. Δημοδόκῳ γοῦν παρατίθεται κάνεον καὶ τράπεζα καὶ δέπαςπιεῖν ὅτε θυμὸς ἀνώγοι.’ ἐπιστέφονται δὲ ποτοῖο οἱ κρητῆρες ἤτοι ὑπερχειλεῖς οἱ κρατῆρες ποιοῦνται, ὥστε διὰ τοῦ ποτοῦ ἐπιστεφανοῦσθαι, καὶ ταῦτα ἔπρασσον πρὸς οἰωνοῦ τιθέμενοι. κοῦροι δὲ διανέμουσιπᾶσιν ἐπαρξάμενοι δεπάεσσι.’ τὸ δὲ πᾶσιν οὐ τοῖς ποτηρίοις, ἀλλὰ τοῖς ἀνδράσιν. Ἀλκίνους γοῦν τῷ Ποντονόῳ φησί: ‘ μέθυ νεῖμον πᾶσιν ἀνὰ μέγαρον.’ καὶ ἑξῆς ἐπάγει::

νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
εἰσὶ δὲ καὶ τοῖς ἀρίστοις κατὰ δεῖπνα τιμαί.
Τυδείδης γοῦν καὶ κρέασι καὶ πλείοις δεπάεσσι τιμᾶται καὶ Αἴας νώτοισι διηνεκέεσσι γεραίρεται, [p. 60] καὶ οἱ βασιλεῖς δὲ τοῖς αὐτοῖς: ‘νῶτα βοός, τὰ ῥὰ οἱ πάρθεσαν αὐτῷ,’ Μενέλαος δηλονότι. καὶ Ἰδομενέα δὲ Ἀγαμέμνων πλείῳ δέπᾳ τιμᾷ. καὶ Σαρπηδὼν δὲ παρὰ Λυκίοις τοῖς αὐτοῖς τιμᾶται καὶ ἕδρῃ καὶ κρέασιν. ἦν δέ τις αὐτοῖς καὶ διὰ τῆς προπόσεως ἀσπασμός: οἱ γοῦν θεοὶχρυσέοις δεπάεσσι δειδέχατ᾽ ἀλλήλους,’ ἤτοι ἐδεξιοῦντο προπίνοντες ἑαυτοῖς ταῖς δεξιαῖς. καί τις δὲδείδεκτ᾽ Ἀχιλλέαἀντὶ τοῦ ἐδεξιοῦτο, ἐστι προέπινεν αὐτῷ τῇ δεξιᾷ διδοὺς τὸ ποτήριον. ἐδωροῦντο δὲ καὶ ἀπὸ τῆς αὑτῶν μοίρας οἷς ἐβούλοντο, ὡς Ὀδυσσεὺς νώτου ἀποπροταμὼν οὗ αὐτῷ παρέθεντο τῷ Δημοδόκῳ. 24. ἐχρῶντο δὲ ἐν τοῖς συμποσίοις καὶ κιθαρῳδοῖς καὶ ὀρχησταῖς, ὡς οἱ μνηστῆρες. καὶ παρὰ Μενελάῳἐμέλπετο θεῖος ἀοιδός,’ δύο δὲ κυβιστητῆρες μολπῆς ἐξάρχοντες ἐδίνευον. μολπῆς δὲ ἀντὶ τοῦ παιδιᾶς. σῶφρον δέ τι ἦν τὸ τῶν συμποσίοις καὶ φιλοσόφων διάθεσιν ἐπέχον. Ἀγαμέμνων γοῦν τὸν ἀοιδὸν καταλείπει τῇ Κλυταιμνήστρᾳ φύλακα καὶ παραινετῆρά τινα: ὃς πρῶτον μὲν ἀρετὴν γυναικῶν διερχόμενος ἐνέβαλλὲ τινα φιλοτιμίαν εἰς καλοκἀγαθίαν, εἶτα διατριβὴν παρέχων ἡδεῖαν ἀπεπλάνα τὴν διάνοιαν φαύλων ἐπινοιῶν. διὸ Αἴγισθος οὐ πρότερον διέφθειρε τὴν γυναῖκα πρὶν τὸν ἀοιδὸν ἀποκτεῖναι ἐν νήσῳ ἐρήμῃ. [p. 62] τοιοῦτός ἐστι καὶ παρὰ τοῖς μνηστῆρσιν ἀείδων ἀνάγκῃ, ὃς τοὺς ἐφεδρεύοντας τῇ Πηνελόπῃ ἐβδελύττετο. κοινῶς δέ που πάντας τοὺς ἀοιδοὺς αἰδοίους τοῖς ἀνθρώποις εἶναί φησι:

τοὔνεκ᾽ ἄρα σφέας
οἴμας Μοῦσ᾽ ἐδίδαξε φίλησέ τε φῦλον ἀοιδῶν.
δὲ παρὰ Φαίαξι Δημόδοκος ᾁδει Ἄρεος καὶ Ἀφροδίτης συνουσίαν, οὐ διὰ τὸ ἀποδέχεσθαι τὸ τοιοῦτον πάθος, ἀλλ᾽ ἀποτρέπων αὐτοὺς παρανόμων ὀρέξεων, εἰδὼς ἐν τρυφερῷ τινι βίῳ τεθραμμένους κἀντεῦθεν ὁμοιότατα τοῖς τρόποις αὐτῶν τὰ πρὸς ἀνάπαυσιν προφέρων. καὶ τοῖς μνηστῆρσιν ᾄδει πρὸς τὴν αὐτὴν βουλὴν Φήμιος νόστον Ἀχαιῶν. καὶ αἱ Σειρῆνες δὲ ᾁδουσι τῷ Ὀδυσσεῖ τὰ μάλιστα αὐτὸν τέρψοντα, καὶ τὰ οἰκεῖα τῇ φιλοτιμίᾳ αὐτοῦ καὶ πολυμαθείᾳ λέγουσαι. ‘ ἴσμεν γάρ φασί, τὰ τά ἄλλα καὶ ὅσσα γένηται ἐν χθονὶ πολυβοτείρῃ.’ 25. ὀρχήσεις δ᾽ εἰσὶ παρ᾽ Ὁμήρῳ αἱ μέν τινες τῶν κυβιστητήρων, αἱ δὲ διὰ τῆς σφαίρας: ἧς τὴν εὕρεσιν Ἀγαλλὶς Κερκυραία γραμματικὴ Ναυσικάᾳ ἀνατίθησιν ὡς πολίτιδι χαριζομένη : Δικαίαρχος δὲ Σικυωνίοις, Ἵππασος δὲ Λακεδαιμονίοις ταύτην τε καὶ τὰ γυμνάσια πρώτοις. ταύτην δὲ μόνην τῶν ἡρωίδων Ὅμηρος παράγει σφαιρίζουσαν. διαβόητοι δὲ ἐπὶ σφαιρικῇ Δημοτέλης Θεοκρίτου τοῦ Χίου σοφιστοῦ ἀδελφὸς καί τις Χαιρεφάνης: ὃς ἀσελγεῖ τινι νέῳ παρακολουθῶν οὐ διελέγετο [p. 64] μέν, ἐκώλυε δὲ πράττειν τὸν νεανίσκον. εἰπόντος δὲ ὅτι Χαιρέφανες, ἐὰν παύσῃ ἀκολουθῶν, πάντα σοι ἔσται παρ᾽ ἡμῶν, ‘ ἐγὼ δ᾽ ἄν, ἔφη, σοὶ διαλεχθείην;’ ‘τί οὖν,