καὶ πάλιν
κάρυα, ῥόας, φοίνικας, ἕτερα νώγαλα,
σταμνάριὰ τ᾽ οἴνου μικρὰ τοῦ φοινικίνου.
μνημονεύει αὐτοῦ καὶ Ξενοφῶν Ἀναβάσει. Μενδαίου δὲ Κρατῖνος:
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο.
Ἕρμιππος δέ που ποιεῖ τὸν Διόνυσον πλειόνων μεμνημένον
νῦν δ᾽ ἂν ἴδῃ Μενδαῖον ἡβῶντ᾽ ἀρτίως
οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει:
οἴμ᾽ ὡς ἁπαλὸς καὶ λευκός: ἆρ᾽ οἴσει τρία;
φησὶ δὲ Φαινίας ὁ Ἐρέσιος Μενδαίους τοὺς βότρυς ἐπὶ τῇ ἀμπέλῳ ῥαίνειν τῷ ἐλατηρίῳ: διὸ γίνεσθαι τὸν οἶνον μαλακόν.
Μενδαίῳ ... μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ
στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον
καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή, [p. 130]
τοῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον
τῶν ἄλλων οἴνων μετ᾽ ἀμύμονα Χῖον ἄλυπον.
ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσι,
οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων
ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ᾽ ὑακίνθου:
ὀσμὴ θεσπεσία κατὰ πᾶν δ᾽ ἔχει ὑψερεφὲς δῶ,
ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ᾽ ἐστὶ τὸ νέκταρ,
τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ
τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ᾽ ἐχθροῖς ἐκ Πεπαρήθου.