ὁ Δημόκριτος ἔφη: “Ἡσίοδος μέν, ὦ ἑταῖροι, παραινεῖ τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου, δι᾽ ὃν καὶ Ἀναξίλας ἐν Νηρεῖ ἔφη :
χοῦς κεκραμένου
οἴνου: λαβὼν ἔκπιθι τοῦτον,
Ἄλεξις δ᾽ ἐν Τιτθῇ ἔτι σωφρονικώτερον κιρνάναι παρακελεύεται :
καίτοι πολὺ γ᾽ ἐσθ᾽ ἥδιον. οὐ γὰρ ἄν ποτε
ἔπινον ἂν τρί᾽ ὕδατος, οἴνου δ᾽ ἓν μόνον.
καὶ Διοκλῆς ἐν Μελίσσαις:
ἰδοὺ πάρεστιν οἶνος: οὐκοῦν ἐγχέω
Τρίτωνα; β. πολὺ βέλτιον ἕνα καὶ τέτταρας.
α. ὑδαρῆ ὁ λέγεις: ὅμως δὲ ταύτην ἐκπιὼν
λέγ᾽ εἴ τι καινόν, διατριβήν τε τῷ πότῳ
ποιῶμεν.
ἡ δ᾽ οὖν κρᾶσις αὕτη παρὰ τὸ ἔθος οὖσα ἐπέμνησε τάχα καὶ τὴν θρυλουμένην παροιμίαν
πῶς δὲ καὶ κεκραμένον
πίνειν τὸν οἶνον δεῖ με; β. τέτταρα καὶ δύο.
ἢ γὰρ δύο πρὸς πέντε πίνειν φασὶ δεῖν ἢ ἕνα πρὸς τρεῖς, περὶ δὲ ταύτης τῆς κράσεως Ἴων ὁ ποιητὴς ἐν τῷ περὶ Χίου φησὶν ὅτι 'εὔρουν ὁ μάντις [p. 432] Παλαμήδης ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι πίνουσιν τρεῖς πρὸς ἕνα κυάθους.' οἱ δ᾽ ἐπιτεταμένως χρώμενοι τῷ ποτῷ δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος. Νικοχάρης γοῦν ἐν Ἀμυμώνῃ πρὸς τοὔνομα παίζων ἔφη:
ἢ πέντε πίνειν ἢ τρί᾽ ἢ μὴ τέτταρα.
τὰ παραπλήσια εἴρηκε καὶ ἐν Λημνίαις. Ἀμειψίας δ᾽ ἐν Ἀποκοτταβίζουσιν ἐγὼ δὲ Διόνυσος πᾶσιν ὑμῖν εἰμὶ πέντε καὶ δύο. Εὔπολις Αἰξί:
Οἰνόμαος οὗτος, χαῖρε πέντε καὶ δύο:
κἀγώ τε καὶ σὺ συμπόται γενοίμεθα.
Ἕρμιππος Θεοῖς:
Διόνυσε, χαῖρε: μή τι πέντε καὶ δύο;
”
ἔπειθ᾽ ὅταν πινώμεθ᾽ ἢ διψώμεθα,
εὐχόμεθα πρὸς τοῦτ᾽ ' οἶνος, ὦ κέρας, γενοῦ
κἀς τοῦ καπήλου 'γὼ φέρω παίζων ἅμα,
κεὐθὺς γεγένηται τοῦτο πέντε καὶ δύο.