previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13. ἡμεῖς οὖν, ὡς καὶ παρἈθηναίοις ἐγίνετο, ἅμα ἀκροώμενοι τῶν γελωτοποιῶν τούτων καὶ μίμων, ἔτι δὲ τῶν ἄλλων τεχνιτῶν ὑποπίνωμεν. λέγει δὲ περὶ τούτων Φιλόχορος οὑτωσί: ' Ἀθηναῖοι τοῖς Διονυσιακοῖς ἀγῶσι τὸ μὲν πρῶτον ἠριστηκότες καὶ πεπωκότες ἐβάδιζον ἐπὶ τὴν θέαν καὶ ἐστεφανωμένοι ἐθεώρουν, παρὰ δὲ τὸν ἀγῶνα πάντα οἶνος αὐτοῖς ᾠνοχοεῖτο καὶ τραγήματα παρεφέρετο, καὶ τοῖς χοροῖς εἰσιοῦσιν ἐνέχεον πίνειν καὶ διηγωνισμένοις ὅτ᾽ ἐξεπορεύοντο ἐνέχεον πάλιν μαρτυρεῖν δὲ τούτοις καὶ Φερεκράτη τὸν κωμικόν, ὅτι μέχρι τῆς καθ᾽ ἑαυτὸν ἡλικίας οὐκ ἀσίτους εἶναι τοὺς θεωροῦντας.' Φανόδημος δὲ πρὸς τῷ ἱερῷ φησι τοῦ ἐν Λίμναις Διονύσου τὸ γλεῦκος φέροντας τοὺς Ἀθηναίους ἐκ τῶν πίθων τῷ θεῷ κιρνάναι, εἶτ᾽ αὐτοὺς προσφέρεσθαι: ὅθεν καὶ Λιμναῖον κληθῆναι τὸν Διόνυσον, ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι τότε πρῶτον ἐπόθη κεκραμένον. διόπερ ὀνομασθῆναι τὰς Νύμφας καὶ τιθήνας τοῦ Διονύσου, ὅτι τὸν [p. 28] οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον. ἡσθέντες οὖν τῇ κράσει ἐν ᾠδαῖς ἔμελπον τὸν Διόνυσον, χορεύοντες καὶ ἀνακαλοῦντες Εὐανθῆ καὶ Διθύραμβον καὶ Βακχευτὰν καὶ Βρόμιον. καὶ [ Θεόφραστος δ᾽ ἐν τῷ περὶ Μέθης φησὶν ὅτι ' τοῦ Διονύσου τροφοὶ αἱ Νύμφαι κατ᾽ ἀλήθειαν. αἱ γὰρ ἄμπελοι πλεῖστον ὑγρὸν χέουσι τεμνόμεναι καὶ κατὰ φύσιν δακρύουσι. διόπερ καὶ Εὐριπίδης ἕνα τῶν τοῦ Ἡλίου ἵππων φησὶν εἶναι

Βακχίου φιλανθέος
αἴθοπα πεπαίνοντ᾽ ὀρχάτους ὀπωρινούς:
ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
καὶ Ὀδυσσεὺς ὤπασεν

μελιηδέα οἶνον ἐρυθρόν,
ἓν δέπας ἐμπλήσας, ὕδατος δ᾽ ἀνὰ εἴκοσι μέτρα
χεῦ᾽ : ὀδμὴ δ᾽ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει.
Τιμόθεος δ᾽ ἐν Κύκλωπι:

ἔγχευε δὲ ἓν μὲν δέπας κίσσινον μελαίνας
σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον
εἴκοσιν δὲ μέτρ᾽ ἐνέχευ᾽,8 ἀνέμισγε
δ᾽ αἷμα Βακχίου νεορρύτοισι δακρύοισι Νυμφᾶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: