previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8.

καὶ χαρίεις δ᾽ Ἀνακρέων φησίν: [p. 18]
ου᾽ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων
νείκεα καὶ πόλεμον δακρυόεντα λέγει,
ἀλλ᾽ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρ᾽ Ἀφροδίτης
συμμίσγων ἐρατῆς μνῄσκεται εὐφροσύνης.
καὶ Ἴων δὲ Χῖός φησιν:

χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε:
ἡμῖν δὲ κρητῆρ᾽ οἰνοχόοι θέραπες
κιρνάντων προχύταισιν ἐν ἀργυρέοις, δὲ χρυσοῦ
δεῖνον ἔχων χειροῖν ἱζέτω εἰς ἔδαφος.
σπένδοντες δ᾽ ἁγνῶς Ἡρακλέι τ᾽ Ἀλκμήνῃ τε,
Προκλέι Περσείδαις τ᾽, ἐκ Διὸς ἀρχόμενοι,
πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή,
ὀρχείσθω τις, ἑκὼν δ᾽ ἄρχε φιλοφροσύνης.
ὅντινα δ᾽ εὐειδὴς μίμνει θήλεια πάρευνος,
κεῖνος τῶν ἄλλων κυδρότερον πίεται.

ἐποιοῦντο

δὲ καὶ οἱ ἑπτὰ καλούμενοι σοφοὶ συμποτικὰς ὁμιλίας. ‘παραμυθεῖται γὰρ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίανφησὶ Θεόφραστος ἐν τῷ περὶ Μέθης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: