previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

57. καὶ Οὐλπιανός, ὥσπερ ἕρμαιόν τι, ἔτι λαλοῦντος τοῦ Μυρτίλου ἔφη, εἰ ἔχομεν ἀρρενικῶς [p. 182] εἰρημένον τὸν τίγριν. ‘ Φιλήμονα γὰρ οἶδα τοῦτ᾽ εἰρηκότα ἐν Νεαίρᾳ:

ὥσπερ Σέλευκος δεῦρ᾽ ἔπεμψε τὴν τίγριν,
ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει
ἡμᾶς τι παρ᾽ ἡμῶν ἀντιπέμψαι θηρίον.
β. τρυγέρανον οὐ γὰρ γίγνεται τοῦτ᾽ αὐτόθι.

πρὸς ὃν Μυρτίλος ἔφη: “ ἐπείπερ ἡμῖν ἐμποδὼν ἐγένου κατάλογον γυναικῶν ποιουμένοις, οὐ κατὰ τοὺς Σωσικράτους τοῦ Φαναγορείτου Ἠοίους τὸν τῶν γυναικῶν κατάλογον Νικαινέτου τοῦ Σαμίου Ἀβδηρίτου, μικρὸν ἐπισχὼν ἐπὶ τὴν παρὰ σοῦ τρέψομαι πεῦσιν, ‘ Φοῖνιξ ἄττα γεραιέ.’ μάθε οὖν ὅτι ἀρσενικῶς εἴρηκε τὸν τίγριν Ἄλεξις ἐν Πυραύνῳ οὕτως


ἄνοιγ᾽, ἄνοιγε τὴν θύραν ἐλάνθανον
πάλαι περιπατῶν ἀνδριάς, 6 ἀλέτων ὄνος,
ποτάμιος ἵππος, τοῖχος, Σελεύκου τίγρις.
ἔχων δὲ καὶ ἄλλα μαρτύρια ἀνατίθεμαι τὰ νῦν, ἕως ἂν ἀπομνημονεύσω τὸν τῶν καλῶν γυναικῶν κατάλογον. ”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: