previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

80. ἐν δὲ τῷ πρώτῳ τῆς Ἀτθίδος Κλείδημος φῦλον ἀποφαίνει μαγείρων ἐχόντων δημιουργικὰς τιμάς, οἷς καὶ τὸ πλῆθος ἀγείρειν ἔργον ἦν. οὐκ ἀπεικότως δὲ καὶ Ἀθηνίων ἐν Σαμόθρᾳξιν, ὥς φησιν Ἰόβας, μάγειρον εἰσάγει φυσιολογοῦντα διὰ τούτων

οὐκ οἶσθ᾽ ὅτι πάντων μαγειρικὴ τέχνη
πρὸς εὐσέβειαν πλεῖστα προσενήνεχθ᾽ ὅλως;
β. τοιοῦτόν ἐστι τοῦτο; α. πάνυ γε, βάρβαρε,
τοῦ θηριώδους καὶ παρασπόνδου βίου
ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς [p. 42]
ἀλληλοφαγίας ἤγαγ᾽Σ32 εἰς τάξιν τινὰ
καὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον
ζῶμεν. β. τίνα τρόπον; α. πρόσεχε, κἀγώ σοι φράσω.
ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν
γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος
ἔθυσ᾽ ἱερεῖον πρῶτος, ὤπτησεν κρέας. ὡς δ᾽ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα θύοντες ὤπτων. ὡς δ᾽ ἅπαξ τῆς ἡδονῆς ἐμπειρίαν τιν᾽ ἔλαβον, ἀρχῆς γενομένης ἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην. ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι τὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογὶ ἅλας οὐ προσάγοντες οὐ γὰρ ἦσαν οὐδέπω εἰς τὴν τοιαύτην χρῆσιν ἐξευρημένοι. ὡς δ᾽ ἤρεσ᾽ αὐτοῖς ὕστερον,5 καὶ τοὺς ἅλας προσάγουσιν ἤδη, τῶν ἱερῶν γε δρωμένων τὰ πάτρια διατηροῦντες. ἅπερ ἡμῖν μόνα ἅπασιν ἀρχή γέγονε τῆς σωτηρίας, τὸ προσφιλοτεχνεῖν, διά τε τῶν ἡδυσμάτων ἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικήν τέχνην. β. καινὸς γάρ ἐστιν οὑτοσὶ Παλαίφατος. α. μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον [p. 44] προιόντος εἰσηνέγκατ᾽ ἤδη τοῦ χρόνου: ἐρίφιον ἐτακέρωσε, πνικτῷ διέλαβεν περικομματίῳ, διεγίγγρασ᾽ ὑποκρούσας γλυκεῖ, ἰχθὺν παρεισεκύκλησεν οὐδ᾽ ὁρώμενον,3 λάχανον, τάριχος πολυτελές,4 χόνδρον, μέλι. ὡς πολὺ δὲ διὰ τὰς ἡδονὰς ἃς νῦν λέγω ἀπεῖχ᾽ ἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ:

αὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος
ἠθροίζετ᾽, ἐγένονθ᾽ αἱ πόλεις οἰκούμεναι
διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν.
β. ἄνθρωπε χαῖρε, περὶπόδ᾽ εἶ τῷ δεσπότῃ.
α. καταρχόμεθ᾽ ἡμεῖς οἱ μάγειροι, θύομεν,
σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεοὺς
ἡμῖν ὑπακούειν διὰ τὸ ταῦθ᾽ εὑρηκέναι
τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς.
β. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων.
α. ἥμαρτον. β. ἀλλὰ δεῦρο νῦν συνείσιθι
ἐμοί, τά τ᾽ ἔνδον εὐπρεπῆ πόει λαβών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: