previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19. ἔτι τούτων λεγομένων ἐπεισῆλθον παῖδες στεφάνους φέροντες τῶν ἀκμαζόντων κατὰ τοὺς καιρούς. καὶ Μυρτίλοςλέγε, καλέ, εἶπεν, Οὐλπιανέ, στεφάνων ὀνόματα. οἱ γὰρ παῖδες, κατὰ τὰν Χαιρήμονος Κένταυρον,

στεφάνους ἑτοιμάζουσιν, οὓς εὐφημίας
κήρυκας εὐχαῖς προὐβάλοντο: δαιμόνων.
καὶ ἐν τῷ Διονύσῳ δὲ αὐτὸς ἔφη ποιητής:

στεφάνους τεμόντες, ἀγγέλους εὐφημίας.
σὺ δὲ μὴ τὰ ἐκ τῶν ἐπιγραφομένων Αἰλίου Ἀσκληπιάδου Στεφάνων φέρε ἡμῖν ὡς ἀνηκόοις αὐτῶν, ἀλλ᾽ ἄλλο τι παρ᾽ ἐκεῖνα λέγε. δεῖξαι γὰρ οὐκ ἔχεις ὅτι διαλελυμένως τις εἴρηκε ῥόδων στέφανον καὶ ἴων στέφανον τὸ γὰρ παρὰ Κρατίνῳ κατὰ παιδιὰν εἴρηται: “ναρκισσίνους ὀλίσβους.” ” καὶ ὃς γελάσαςπρῶτον ἐν τοῖς Ἕλλησι στέφανος ὠνομάσθη, ὥς φησι Σῆμος Δήλιος ἐν δ [p. 124] Δηλιάδος, τὸ παρά μὲν ἡμῖν στέφος,1 παρὰ δέ τισι στέμμα προσαγορευόμενον, διὸ καὶ τούτῳ πρώτῳ στεφανωσάμενοι δεύτερον περιτιθέμεθα τὸν δάφνινον. κέκληται δὲ στέφανος ἀπὸ τοῦ στέφειν. σὺ δὲ οἴει με, ἔφη, Θετταλὲ ποικιλόμυθε, τῶν κοινῶν τούτων καὶ κατημαξευμένων ἐρεῖν τι; διὰ δὲ τὴν σὴν γλῶσσαν τῆς ὑπογλωττίδος μνησθήσομαι, ἧς Πλάτων ἐμνήσθη ἐν Διὶ Κακουμένῳ:

καίτοι φορεῖτε γλῶσσαν ἐν ὑποδήμασι,
στεφανοῦσθ᾽ ὑπογλωττίσιν ὅταν πίνητέ που:
κἂν καλλιερῆτε γλῶτταν ἀγαθὴν πέμπετε.
Θεόδωρος δ᾽ ἐν ταῖς Ἀττικαῖς Φωναῖς, ὥς φησιν Πάμφιλος ἐν τοῖς περὶ ' Ὀνομάτων, πλοκῆς στεφάνων γένος τι τὴν ὑπογλωττίδα ἀποδίδωσιν. λαβὲ οὖν καὶ παρ᾽ ἐμοῦ κατὰ τὸν Εὐριπίδην:

ἐκ παντὸςγὰρἄν τις πράγματος δισσῶν λόγων
ἀγῶνα θεῖτ᾽ ἄν, εἰ λέγειν εἴη σοφός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: