previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

70. ὅτι δ᾽ ἔθος τῷ ἐπίπλῳ περικαλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος Δελφὸς ἐν ὑπομνήμασί φησι Μετάνειραν τὴν ἑταίραν ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε καὶ ὡς περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν:

ἀπόλωλα, πέπλων μ᾽ ὤλεσαν περιπτυχαί.
μήποτε δὲ καὶ Κρώβυλος κωμῳδιοποιὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτο ἧπαρ ὥσπερ καὶ, ἐν Ψευδυποβολιμαίῳ λέγων οὕτως:

καὶ πλεκτάνην στιφρὰν σφόδρ᾽, ἐπὶ τούτοις τέ που
αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.
ἡπάτιον δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς καὶ Ἀλκαῖος ἐν Παλαίστρᾳ Εὔβουλὸς τ᾽ ἐν Δευκαλίωνι. δασυντέον δὲ λέγοντας τὸ ἧπαρ: καὶ γὰρ συναλοιφή ἐστιν παρ᾽ Ἀρχιλόχῳ διὰ δασέος. φησὶ γάρ:

χολὴν γὰρ οὐκ ἔχεις ἐφ᾽ ἥπατι.
ἐστὶ δὲ καὶ ἰχθύς τις ἥπατος καλούμενος, ὅν φησιν αὐτὸς Εὔβουλος ἐν Λάκωσιν Λὴδᾳ οὐκ ἔχειν χολήν:

οὐκ ᾤου σύ με
χολὴν ἔχειν, ὡς δ᾽ ἡπάτῳ μοι διελέγου;
ἐγὼ δὲ γ᾽ εἰμὶ τῶν μελαμπύγων ἔτι. : [p. 8]
Ἡγήσανδρος δ᾽ ἐν ὑπομνήμασιν ἐν τῇ κεφαλῇ φησι τὸν ἥπατον δύο λίθους ἔχειν τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς. ”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: