previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

93. τὸ δὲ ὠμοτάριχον, φησὶν Δίφιλος, κήτημα τινὲς λέγουσι, καί ἐστι βαρὺ καὶ γλοιῶδες, προσέτι [p. 64] δὲ καὶ δύσπεπτον. δὲ ποτάμιος κορακῖνος, ὃν πέλτην τινὲς καλοῦσιν, ἀπὸ τοῦ Νείλου, ὃν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν ἰδίως ἡμίνηρον ὀνομάζουσιν, ὑποπίμελος μέν ἐστι καὶ ἥκιστα κακόχυλος, σαρκώδης, τρόφιμος, εὔπεπτος, εὐανάδοτος, κατὰ πάντα τοῦ μύλλου κρείσσων. τὰ μέντοι τῶν ἰχθύων καὶ τῶν ταρίχων ᾠὰ πάντα δύσπεπτα, δύσφθαρτα, μᾶλλον δὲ τὰ τῶν λιπαρωτέρων καὶ μειζόνων σκληρότερα γὰρ μένει καὶ ἀδιαίρετα, γίνεται δὲ εὐστόμαχα μετὰ ἁλῶν σβεσθέντα καὶ ἐποπτηθέντα. πάντας δὲ χρὴ τοὺς ταρίχους πλύνειν ἄχρι ἂν τὸ ὕδωρ ἄνοσμον καὶ γλυκὺ γένηται. δ᾽ ἐκ θαλάσσης ἑψόμενος τάριχος γλυκύτερος γίνεται, θερμοί τε οἱ τάριχοι ἡδίονὲς εἰσιν. Μνησίθεος δ᾽ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ' ἁλυκοί,' φησίν, ' καὶ γλυκεῖς χυμοὶ πάντες ὑπάγουσι τὰς κοιλίας, οἱ δὲ ὀξεῖς καὶ δριμεῖς λύουσι τὴν οὔρησιν, οἱ δὲ πικροὶ μᾶλλον μὲν εἰσιν οὐρητικοί, λύουσι δ᾽ αὐτῶν ἔνιοι καὶ τὰς κοιλίας : οἱ δὲ στρυφνοὶ τὰς ἐκκρίσεις ... Ξενοφῶν δὲ μουσικώτατος ἐν τῷ ἐπιγραφομένῳ Ἱέρωνι τυραννικῷ διαβάλλων τὰ τοιαῦτα βρώματά φησι: ' τί γάρ, ἔφη Ἱέρων, τὰ πολλὰ ταῦτα μηχανήματα κατανενοήκατε παρατίθεται τοῖς τυράννοις, ὀξέα καὶ δριμέα καὶ στρυφνὰ καὶ τὰ τούτων ἀδελφά; πάνυ μὲν οὖν, ἔφη Σιμωνίδης, καὶ πάνυ γέ μοι δοκοῦντα παρὰ φύσιν εἶναι ταῦτα ἀνθρώπῳ. ἄλλο τι οἴει, ἔφη Ἱέρων, ταῦτα ἐδέσματα εἶναι μὴ διὰ κακῆς καὶ ἀσθενούσης ψυχῆς ἐπιθυμήματα; ἐπεὶ οἵ γε ἡδέως ἐσθίοντες καὶ σὺ [p. 66] που οἶσθα ὅτι οὐδὲν προσδέονται τούτων τῶν σοφισμάτων.'”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: