previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

34. παρὰ δὲ Γαλάταις φησὶ Φύλαρχος ἐν τῇ ἕκτῃ ἐπὶ ταῖς τραπέζαις ἄρτους πολλοὺς κατακεκλασμένους παρατίθεσθαι χύδην καὶ κρέατα ἐκ τῶν λεβήτων, ὧν οὐδεὶς γεύεται εἰ μὴ πρότερον θεάσηται τὸν βασιλέα εἰ ἥψατο τῶν παρακειμένων, ἐν δὲ τῇ τρίτῃ αὐτὸς Φύλαρχος Ἀριάμνην φησὶ τὸν Γαλάτην πλουσιώτατον ὄντα ἐπαγγείλασθαι ἑστιᾶσαι Γαλάτας πάντας ἐνιαυτόν, καὶ τοῦτο συντελέσαι ποιήσαντα οὕτως, κατὰ τόπους τῆς χώρας τὰς ἐπικαιροτάτας τῶν ὁδῶν διέλαβε σταθμοῖς ἐπί τε τούτοις ἐκ χαράκων καὶ τῶν καλάμων τῶν τε οἰσυίνων ἐπεβάλλετο σκηνὰς χωρούσας ἀνὰ τετρακοσίους ἄνδρας καὶ πλείους ἔτι, καθὼς ἂν ἐκποιῶσιν οἱ τόποι τό τ᾽ ἀπὸ τῶν πόλεων δέξασθαι καὶ τῶν κωμῶν μέλλον ἐπιρρεῖν πλῆθος, ἐνταῦθα δὲ λέβητας ἐπέστησε κρεῶν παντοδαπῶν μεγάλους, οὓς πρὸ ἐνιαυτοῦ καὶ πρὸ τοῦ μέλλειν μεταπεμψάμενος τεχνίτας ἐξ ἄλλων πόλεων ἐχαλκεύσατο. θύματα δὲ καταβάλλεσθαι ταύρων καὶ συῶν καὶ προβάτων τε καὶ τῶν λοιπῶν κτηνῶν ἑκάστης ἡμέρας πολλά, πίθους τε οἴνου παρεσκευάσθαι καὶ πλῆθος ἀλφίτων πεφυραμένων. ‘καὶ οὐ μόνον, φησίν, οἱ παραγινόμενοι τῶν Γαλατῶν ἀπὸ τῶν κωμῶν καὶ τῶν πόλεων ἀπέλαυον,4 ἀλλὰ καὶ οἱ παριόντες ξένοι ὑπὸ τῶν ἐφεστηκότων παίδων οὐκ ἠφίεντο ἕως ἂν μεταλάβωσι τῶν παρασκευασθέντων.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: