previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

49. οὐκ ἦν γὰρ τοιοῦτος Καπανεὺς οἷον καλὸς Χρύσιππος διαγράφει ἐν τῷ περὶ τῶν μὴ δι᾽ αὑτὰ αἱρετῶν λέγων ὧδε: ' ἐπὶ τοσοῦτόν τινες [p. 224] ἐκπίπτουσι πρὸς τὸ ἀργύριον ὥστε ἱστορῆσθαι πρὸς τῇ τελευτῇ τινα μὲν καταπιόντα οὐκ ὀλίγους χρυσοῦς ἀποθανεῖν, τὸν δὲ ἕτερον ῥαψάμενον εἴς τινα χιτῶνα καὶ ἐνδύντα αὐτὸν ἐπισκῆψαι τοῖς οἰκείοις θάψαι οὕτως μήτε καύσαντας μήτε θεραπεύσαντας.' οὗτοι γὰρ καὶ οἱ τοιοῦτοι μονονουχὶ βοῶντες ἀποθνῄσκουσιν

χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,
ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ᾽ ἔχει,
οὐ παῖδες ἐν δόμοισιν,2 οὐ φίλος πατήρ,
οἵας σὺ χοἰ σὲ δώμασιν κεκτημένοι,
εἰ δ᾽ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ,
οὐ θαῦμ᾽ Ἔρωτας μυρίους αὐτὴν ἔχειν.
τοιαύτη τις ἦν φιλοχρηματία παρὰ τοῖς τότε περὶ ἧς Ἀνάχαρσις πυνθανομένου τινὸς πρὸς τί οἱ Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ εἶπεν ' πρὸς τὸ ἀριθμεῖν.' Διογένης δ᾽ ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ νόμισμα εἶναι νομοθετεῖ ἀστραγάλους, καλῶς γὰρ καὶ ταῦτα Εὐριπίδης εἴρηκε:

μὴ πλοῦτον εἴπῃς: οὐχὶ θαυμάζω θεὸν
ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.
Χρύσιππος δ᾽ ἐν τῇ Εἰσαγωγῇ τῇ εἰς τὴν περὶ ἀγαθῶν καὶ κακῶν πραγματείαν νεανίσκον φησί τινα ἐκ τῆς Ἰωνίας σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορφυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα, πυνθανομένου δέ τινος αὐτοῦ [p. 226] ποδαπός ἐστιν ἀποκρίνασθαι ὅτι πλούσιος. μήποτε τοῦ αὐτοῦ μνημονεύει καὶ Ἄλεξις ἐν Θηβαίοις λέγων ὧδε:

ἐστὶν δὲ ποδαπὸς τὸ γένος οὗτος; β. πλούσιος:
τούτους δὲ πάντες φασὶν εὐγενεστάτους,
πένητα δ᾽ εὐπάτριδ᾽ οὐδὲ εἷς ὁρᾷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: