previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

71. οὐ Λεύκων τοιοῦτος ἦν Ποντικὸς τύραννος, ὃς ἐπεὶ συχνοὺς τῶν φίλων ᾔσθετο σεσυλημένους ὑπὸ τῶν περὶ αὑτὸν τινος κολάκων, συνιδὼν τὸν ἄνθρωπον διαβάλλοντά τινα τῶν λοιπῶν φίλωνἀπέκτεινα ἄν, εἶπέν, σε νὴ τοὺς θεούς, εἰ μὴ πονηρῶν ἀνδρῶν τυραννὶς ἐδεῖτο.’ Ἀντιφάνης δ᾽ κωμῳδιοποιὸς ἐν Στρατιώτῃ τὰ ὅμοια λέγει περὶ τῆς τῶν ἐν Κύπρῳ βασιλέων τρυφῆς. ποιεῖ δέ τινα ἀναπυνθανόμενον στρατιώτου τάδε:

ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε
πολὺν χρόνον; β. τὸν πάνθ᾽ ἕως ἦν πόλεμος.
α. ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. β. ἐν Πάφῳ: [p. 160]
οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν,
ἄλλως τ᾽ ἄπιστον. α. ποῖον; β. ἐρριπίζετο
ὑπὸ τῶν περιστερῶν, ὑπ᾽ ἄλλου δ᾽ οὐδενὸς
δειπνῶν βασιλεύς. α. πῶς; ἐάσας τἄλλα γὰρ
ἐρήσομαί σε τοῦθ᾽. β. ὅπως; ἠλείφετο
ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ
καρποῦ σύχν᾽ οἵου φασὶ τὰς περιστερὰς
τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι
παρῆσαν οἷαί τ᾽ ἦσαν ἐπικαθιζάνειν
ἐπὶ τὴν κεφαλὴν παῖδες δὲ παρακαθήμενοι
ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολύ,
τὸ μήτ᾽ ἐκεῖσε μήτε δεῦρο παντελῶς,
οὕτως ἀνερρίπιζον ὥστε σύμμετρον
αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον ποιεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: