previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

95. νάρκη. Πλάτων Κάνθαρος ἐν Συμμαχίᾳ:

νάρκη γὰρ ἑφθὴ βρῶμα χάριεν γίγνεται.
δὲ φιλόσοφος Πλάτων ἐν Μένωνί φησι: ‘τῇ θαλαττίᾳ νάρκῃ: καὶ γὰρ αὕτη τὸν πλησιάζοντα ναρκᾶν ποιεῖ.’ δὲ κλῆσις αὐτῆς καὶ παρ᾽ Ὁμήρῳ:

νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ.
Μένανδρος δ᾽ ἐν Φανίῳ διὰ τοῦ α ἔφη:

ὑπελήλυθὲν τέ μου
νάρκα τις ὅλον τὸ δέρμα,
μηδενὸς τῶν παλαιῶν οὕτω κεχρημένου. Ἱκέσιος δέ φησιν ἀτροφωτέραν καὶ ἀχυλοτέραν αὐτὴν εἶναι ἔχειν τε χονδρῶδές τι διακεχυμένον, εὐστόμαχον πάνυ. Θεόφραστος δ᾽ ἐν τῷ περὶ τῶν φωλευόντων διὰ τὸ ψῦχός φησι τὴν νάρκην κατὰ γῆς δύεσθαι. ἐν δὲ τῷ περὶ τῶν δακέτων καὶ βλητικῶν διαπέμπεσθαί φησι τὴν νάρκην τὴν ἀφ᾽ αὑτῆς δύναμιν καὶ διὰ τῶν ξύλων καὶ διὰ τῶν τριοδόντων, ποιοῦσαν ναρκᾶν τοὺς ἐν χεροῖν ἔχοντας. εἴρηκε δὲ τὴν αἰτίαν Κλέαρχος Σολεὺς ἐν τῷ περὶ νάρκης, ἅπερ μακρότερα ὄντα ἐπιλέλησμαι, ὑμᾶς δ᾽ ἐπὶ τὸ σύγγραμμα ἀναπέμπω, ἐστὶ δ᾽ νάρκη, ὥς φησιν Ἀριστοτέλης, τῶν σελαχωδῶν καὶ τῶν σκυμνοτοκούντων. θηρεύει δ᾽ εἰς τροφὴν ἑαυτῆς τὰ ἰχθύδια προσαπτομένη καὶ [p. 412] ναρκᾶν καὶ ἀκινητίζειν ποιοῦσα. Δίφιλος δ᾽ Λαοδικεὺς ἐν τῷ περὶ τῶν Νικάνδρου Θηριακῶν μὴ πᾶν τὸ ζῷόν φησι τὴν νάρκην ἐμποιεῖν, μέρος δέ τι αὐτῆς, διὰ πείρας πολλῆς φάσκων ἐληλυθέναι, δ᾽ Ἀρχέστρατός φησι:

καὶ νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳ
καὶ χλόῃ εὐώδει καὶ βαιῷ ξύσματι τυροῦ,
Ἄλεξις ἐν Γαλατείᾳ:

νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην
ὀπτᾶν ὅλην.
ἐν δὲ Δημητρίῳ:

ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλοὺς ὑπ᾽ ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: